Αὐγούστου ΚΓ’ (23η)

Τῇ ΚΓ’ (23ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΛΟΥΠΠΟΥ.

Ὑπῆρχε Λοῦππος δοῦλος ἐκ δὲ τοῦ ξίφους,
Ἐλεύθερος προσῆλθε τῷ Θεῷ φίλος.
Εἰκάδι ἐν τριτάτῃ πέφνε Λοῦππον φασγάνου ἀκμή.

Τούτου τοῦ Ἁγίου Συναξάριον οὐχ εὑρίσκεται, οὔτε ἐν τῷ χειρογράφῳ Συναξαριστῇ, οὔτε ἐν τῷ τετυπωμένῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἱερομάρτυς ΕΙΡΗΝΑΙΟΣ, ὁ Ἐπίσκοπος Σιρμίου, ξίφει τελειοῦται.

Τμηθεὶς μετέσχε νεκικῶν ὁ Σιρμίου,
Λουτρῶν σχεδίων ὑδάτων ποταμίων.

ΕΙΡΗΝΑΙΟΣ ὁ Ἅγιος Ἱερομάρτυς ἤκμασεν ἐπὶ Δοκλητιανοῦ, ἐν ἔτει σπη’ (288), ἦτο δὲ Ἐπίσκοπος Σιρμίου, πόλεως τῆς ἐν Συρίᾳ Σελευκείας. Συλληφθεὶς δ’ ἐφέρθη ἐκ τοῦ Σιρμίου εἰς τὴν Παννονίαν [1], ἔνθα παρασταθεὶς εἰς τὸν ἡγεμόνα Πρόβον, καὶ ὁμολογῶν καὶ κηρύσσων τὴν εἰς Χριστὸν πίστιν, ἐνεκλείσθη εἰς τὴν φυλακήν, ἐκ τῆς ὁποίας ἐκβληθεὶς ἔπειτα ἐδάρη· μετὰ ταῦτα, ἀφοῦ ἐλήφθη ἡ ἀπόφασις τοῦ θανάτου, ἀπεκεφαλίσθη καὶ ἔτυχεν ὁ ἀοίδιμος τοῦ μαρτυρικοῦ στεφάνου. Τὸ δὲ ἅγιον τούτου λείψανον ἐρρίφθη εἰς τὸν ποταμὸν τὸν ὀνομαζόμενον Σαῦον.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΕΙΡΗΝΑΙΟΥ, Ἐπισκόπου Λουγδούνου.

Σπεύδει λιπεῖν γῆν ἐκ ξίφους Εἰρηναῖος
Ἐρωτιᾷ γὰρ τῷ πρὸς οὐρανοὺς πόθῳ.

Τὴν τοῦ Ἁγίου τούτου Εἰρηναίου Ἀκολουθίαν ἐποίησεν ὁ Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΚΑΛΛΙΝΙΚΟΥ, Πατριάρχου Κωνσταντινουπόλεως.

Καλλίνικος μέλλουσαν ἡδονὴν μένων,
Πρὸς τὴν τελευτὴν οὐκ ἀηδῶς ἦν ἔχων.

Εἰς τὸν Ἅγιον Καλλίνικον συνέταξε πλήρη Ἀκολουθίαν ὁ Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Οἱ Ἅγιοι ΤΡΙΑΚΟΝΤΑΟΚΤΩ ΜΑΡΤΥΡΕΣ οἱ ἐν Θρᾴκη ξίφει τελειοῦνται.

Ἤνεγκε τριπλῆ Μαρτύρων δεκὰς ξίφος,
Ἔχουσα καὶ σύναθλον ἁπλῆν ὀκτάδα.

 

Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν ΝΙΚΟΛΑΟΥ τοῦ Σικελιώτου, τοῦ ἀσκήσαντος ἐν τῷ Ὄρει Νεοτάκου τῆς Εὐβοίας.

Νικήσας, Νικόλαε, σαρκὸς τὰ πάθη,
Νίκης στέφανον παρὰ Χριστοῦ ἐδέξω.

   

ΕΠΙΣΤΡΟΦΗ

   

Ὑποσημειώσεις

[1] Ἡ Παννονία αὕτη ἴσως εἶναι ἡ ἐν Οὐγγαρίᾳ, ἡ μεταξὺ τοῦ Δουνάβεως ἀπὸ βορρᾶ καὶ ἀνατολῶν, καὶ τοῦ ποταμοῦ Νορικοῦ ἐκ δυσμῶν καὶ τοῦ Ἰλλυρικοῦ περιεχομένη.