✥ Τῇ ΚΒ’ (22ᾳ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἀποστόλου ΤΙΜΟΘΕΟΥ.
Ἔρωτι θείων Τιμόθεος στεμμάτων,
Τυφθεὶς βάκλοις [2] ἔβαψε γῆν ἐξ αἱμάτων.
Εἰκάδι δευτερίῃ πνεῦμ’ ἤρθη Τιμοθέοιο.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΝΑΣΤΑΣΙΟΥ τοῦ Πέρσου.
Ἀναστάσιος ἐν τραχήλῳ βρόχον,
Ὡς λαμπρὸν ὅρμον ὡραΐζεται φέρων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἱερομάρτυς ΜΑΝΟΥΗΛ ξίφει τελειοῦται.
Ξίφει Μανουὴλ εἰς μέρη τέμνῃ δύω,
Τιμῶν ἀτμήτου οὐσίας Χριστοῦ δύω.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΓΕΩΡΓΙΟΣ καὶ ΠΕΤΡΟΣ ξίφει τελειοῦνται.
Γεώργιον καὶ Πέτρον, οἷς κοινὸν σέβας,
Τέμνουσι κοινῇ Δεσπότου κοινοῦ χάριν.
✥ Ὁ Ἅγιος Ἱερομάρτυς ΛΕΩΝ ξίφει τὴν γαστέρα διαρραγεὶς τελειοῦται.
Ἄρρηκτον εἶχε, τὴν προθυμίαν Λέων,
Ρήξαντος αὐτοῦ τοῦ ξίφους τὴν γαστέρα.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΓΑΒΡΙΗΛ καὶ ΣΙΩΝΙΟΣ ξίφει τελειοῦνται.
Δέος ξίφους ταθέντος ἐγγὺς αὐχένων,
Μακρὰν Γαβριὴλ καὶ μακρὰν Σιωνίου.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΙΩΑΝΝΗΣ καὶ ΛΕΩΝ ξίφει τελειοῦνται.
Ὄντως στρατηγοὶ μὴ πτοούμενοι ξίφος,
Ἰωάννης τε καὶ Λέων οἱ γεννάδαι.
✥ Ὁ Ἅγιος Ἱερομάρτυς ΠΑΡΟΔΟΣ λίθοις βληθεὶς τελειοῦται.
Βληθεὶς Πάροδος χειροπληθῶν ἐκ λίθων,
Ὁδὸν παρῆλθεν ἡδέως τὴν τοῦ βίου.
✥ Οἱ σὺν τοῖς ἀνωτέρω Μάρτυσιν ἀναιρεθέντες ΤΡΙΑΚΟΣΙΟΙ ΕΒΔΟΜΗΚΟΝΤΑ ΕΠΤΑ τελειοῦνται.
Τρεῖς πενταρίθμους εἰκάδας κτεῖναν ξίφος,
Συνῆψεν αὐταῖς ἑνδεκαπλῆν ἑπτάδα [2].
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΙΩΣΗΦ τοῦ ἡγιασμένου τοῦ ἐπονομαζομένου Σαμάκου.
Ἰωσὴφ τὸν μέγιστον ἐν σωφροσύνῃ,
ὑμνήσωμεν ἅπαντες λαοὶ ἀξίως.
Εἰκάδι Ἰωσὴφ θεορρήμων ἔκθανε δευτερίῃ.
Ὑποσημειώσεις
[1] Βάκλοις: διὰ ράβδων.
[2] Τρεῖς πεντάριθμοι εἰκάδες συμποσοῦνται τριακόσιοι, διότι πεντάκις οἱ εἴκοσι γίνονται ἑκατόν, τρὶς δὲ ἑκατὸν γίνονται τριακόσιοι, ἑνδεκαπλῆ δὲ ἑπτὰς εἶναι ἑβδομήκοντα ἑπτά.