Ἰουνίου Ζ’ (7η)

Τῇ Ζ’ (7ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΘΕΟΔΟΤΟΥ τοῦ ἐν Ἀγκύρᾳ.

Χεὶρ Θεόδοτον, ἣν Θεοῦ χεὶρ ξηράνοι,
Θεῷ δοτὸν τίθησι πλήξασα ξίφει.
Θεόδοτος ἑβδομάτῃ τμηθεὶς ἕλεν οὐρανὸν εὐρύν.

ΘΕΟΔΟΤΟΣ ὁ ἅγιος Ἱερομάρτυς διέμενεν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας. Διαβληθεὶς δὲ εἰς τὸν ἡγεμόνα Θεότεκνον, ὅτι ἐξαγαγὼν ἐκ τῆς λίμνης τὰ σώματα τῶν ἁγίων Παρθένων, τὰ ὁποῖα ἐρρίφθησαν ἐντὸς αὐτῆς, ἔθαψεν αὐτά, ὡδηγήθη ἐνώπιόν του. Καὶ ἐπειδὴ εἶπε παρρησίᾳ ὅτι αὐτὸς μὲν εἶναι ἰδιώτης καὶ ταπεινός, ὡς πρὸς τὴν πίστιν ὅμως καὶ τὴν ὁμολογίαν τοῦ Χριστοῦ εἶναι ἀνώτερος καὶ ἰσχυρότερος τῶν κοσμικῶν βασιλέων, ἐδάρη βαναύσως καὶ κατόπιν κρεμασθεὶς ἐπὶ ξύλου, ἐξεσχίσθη εἰς τὰς πλευράς. Τέλος ἀπεκεφαλίσθη καὶ οὕτως ἔλαβεν, ὁ μακάριος, τοῦ μαρτυρίου τὸν στέφανον [1].

   

Μνήμη τῆς ἁγίας Μάρτυρος ΖΗΝΑΪΔΟΣ τῆς θαυματουργοῦ.

Ἡ Ζηναῒς καὶ ζῶσα καὶ μετὰ τέλος,
Θαύματα βρύει· ὤ μεγίστης ἀξίας!

   

Μνήμη τῶν ἁγίων γυναικῶν ΑΙΣΙΑΣ καὶ ΣΩΣΑΝΝΗΣ, μαθητριῶν τοῦ ἁγίου Παγκρατίου, Ἐπισκόπου Ταυρομενίου. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Ναῷ ἐν τοῖς Βασιλίσκου.

Ὡς παρθενῶνα τὴν ἀναφθεῖσαν φλόγα,
Εἰσῆλθον ἄμφω παρθενεύουσαι κόραι.

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Μάρτυρος ΠΟΤΑΜΙΑΙΝΗΣ ἐν λέβητι μεστῷ πίσσης βληθείσης καὶ τελειωθείσης.

Ποταμιαίνη αἶνο οὐδεὶς ἀρκέσει,
Κἂν τοῦ ποταμοῦ ἐκμιμεῖται τὴν ρύσιν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος ΛΥΚΑΡΙΩΝΟΣ.

Ἄφωνος ἥκει πρὸς ξίφος Λυκαρίων,
Ἔναντι τοῦ κείροντος οἷον ἀρνίον.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Οἱ Ἅγιοι Μάρτυρες ΤΑΡΑΣΙΟΣ καὶ ΙΩΑΝΝΗΣ ξίφει τελειοῦνται.

Ἰωάννην τέμνουσι σὺν Ταρασίῳ
Οὐ πρὸς τὸ τέμνον ἐκταραχθέντας ξίφος.

 

Ὁ Ὅσιος ΣΤΕΦΑΝΟΣ ὁ Πρεσβύτερος ἐν εἰρήνῃ τελειοῦται.

Ἐπώνυμος Στέφανος οὗ φορεῖ στέφους,
Ὂ πρακτικὴ χεὶρ ἀρετῶν οἶδε πλέκειν.

 

Ὁ Ὅσιος ΑΝΘΙΜΟΣ ὁ Πρεσβύτερος ἐν εἰρήνῃ τελειοῦται.

Ἄνθη ἐνεγκὼν Ἄνθιμος χρηστοῦ βίου,
Πρὸ τῆς τελευτῆς ἀρετῶν καρποὺς φύει.

Εἰς τὸν Ὅσιον Ἄνθιμον συνέταξε πλήρη ἀκολουθίαν ὁ γνωστὸς πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

 

Ἡ Ὁσία ΣΕΒΑΣΤΙΑΝΗ ἡ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται.

Σεβαστιανῆς, ὡς τὰ λοιπὰ τοῦ βίου
Σεβαστὰ πᾶσι, καὶ τὸ τοῦ βίου τέλος.

  

ΕΠΙΣΤΡΟΦΗ   

  

Ὑποσημειώσεις

[1] Τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου συνεπλήρωσε τὴν ἀκολουθίαν ὁ Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.