✥ Τῇ Ϛ’ (6ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΠΑΥΛΟΥ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ καὶ Ἱερομάρτυρος.
Τὴν εἰς φάρυγγα Παῦλος αὐχῶν ἀγχόνην,
Λύει φάρυγξ ρευμάτων τὴν ἀγχόνην.
Οὕνεκα ὡμολόγει Παῦλος Θεὸν ἄγχεται ἕκτῃ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς μετὰ φιλανθρωπίας κατενεχθείσης κόνεως ἐπὶ Λέοντος τοῦ μεγάλου.
Φλέγειν ἀπειλεῖς, ἀλλὰ πάλιν οὐ φλέγεις·
Ὀργῇ κεράσας μακροθυμίαν, Λόγε.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν ΛΟΥΚΑΣ ἐν εἰρήνῃ τελειοῦται.
Ἀρεστά, Λουκᾶ, τῷ Θεῷ πράξας Λόγῳ
Τῆς εὐαρέστων ἐκθανὼν μοίρας γίνῃ.
✥ Μνήμη τοῦ Ὁσίου Μάρτυρος ΝΙΚΑΝΔΡΟΥ.
Σφαγὴν παθὼν Νίκανδρος ἐχθρὸς τῆς πλάνης,
Νίκην κατ’ ἀνδρῶν ἤρατο πλανωμένων.
✥ Ὁ Ἅγιος ΠΑΥΛΟΣ ὁ διὰ Χριστὸν σαλὸς ἐν εἰρήνῃ τελειοῦται.
Ὑποκριθεὶς ὁ Παῦλος ἐν γῇ μωρίαν,
Χορῷ θανὼν σύνεστι τῶν θεοφρόνων.
✥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν ΒΑΡΛΑΑΜ τοῦ ἐν Χουτίνῃ καὶ ΛΟΥΚΑ τοῦ ἐν σπηλαίῳ Ρώσων.