Σεπτεμβρίου Ϛ’ (6η)

Τῇ Ϛ’ (6ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν Κολασσαῖς τῆς Φρυγίας γενομένον θαύματος παρὰ τοῦ Ἀρχιστρατήγου ΜΙΧΑΗΛ.

Ὤφθης, Μιχαήλ, Νῶε σῷ Ναῷ νέος
Χώνῃ ποταμῶν τὸν κατακλυσμὸν λύων.
Ροῦν Μιχαὴλ ποταμῶν χώνευσε νόων ἀγὸς ἕκτῃ.

Ἐγκώμιον Ἑλληνικὸν «Εἰς τὸ ἐν Κολασσαῖς τῆς Φρυγίας γεγονὸς θαῦμα παρὰ τοῦπανενδόξου Ἀρχιστρατήγου Μιχαὴλ» οὗ ἡ ἀρχή· «Καὶ τὸ περὶ τῶν ἄλλων Ἁγίων» σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ καὶ ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων. Τοῦτο μεταγλωττισμένον εἰς τὴν ἁπλῆν περιέχεται ἐν τῷ «Νέῳ Θησαυρῷ» τοῦ Γεωργίου Ἱεροδιακόνου Σουγδουρῆ, ἐξ οὗ καὶ παραληφθὲν καταχωρίζεται ἐνταῦθα διεσκευασμένον κατὰ τὴν φράσιν.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΕΥΔΟΞΙΟΥ, ΡΩΜΥΛΟΥ, ΖΗΝΩΝΟΣ καὶ ΜΑΚΑΡΙΟΥ.

Τμηθέντες Εὐδόξιος, Ρωμύλος, Ζήνων,
καὶ Μακάριος, μακαριστοὶ τοῦ τέλους.

Τούτων τῶν Ἁγίων τὸ Ἑλληνικὸν Μαρτύριον σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων καὶ τῷ 115ῳ Τόμῳ τῆς ἐκδόσεως Migne. Ἐνταῦθα καταχωρεῖται ἐκ τοῦ ὑπ’ ἀριθ. 238 χειρογράφου Σκήτης Καυσοκαλυβίων, ἁπλοποιηθέν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Οἱ Ἅγιοι χίλιοι καὶ ἑκατὸν τέσσαρες ΜΑΡΤΥΡΕΣ ΣΤΡΑΤΙΩΤΑΙ ξίφει τελειοῦνται.

Δεκὰς δεκαπλῆ καὶ χιλιὰς Μαρτύρων.
Καὶ τετρὰς ἁπλῆ συντελευτῶσι ξίφει.

 

Ἡ Ἁγία Μάρτυς ΚΑΛΟΔΟΤΗ ξίφει τελειοῦται.

Καλοδότη τμηθεῖσα τὴν κάραν ξίφει,
Καλῶν δοτῆρι σοὶ παρίσταται, Λόγε.

 

Ὁ Ἅγιος Μάρτυς ΦΑΥΣΤΟΣ ὁ Πρεσβύτερος ξίφει τελειοῦται.

Τὴν γῆν ὁ Φαῦστος ἐκλιπὼν διὰ ξίφους,
Πρὸς φαῦσιν ἥρθη τῆς ἄνω κατοικίας.

 

Οἱ Ἅγιοι Μάρτυρες ΜΑΚΑΡΙΟΣ καὶ ΑΝΔΡΕΑΣ ξίφει τελειοῦνται.

Ξίφει θανόντες Μακάριος, Ἀνδρέας,
Ὤδευσαν ἄμφω τὴν μακαρίαν τρίβον.

 

Ὁ Ἅγιος Ὁσιομάρτυς ΒΙΒΟΣ ξίφει τελειοῦται.

Τὸν ἀρετῆς στέφανον ἀρνεῖται Βίβος,
Εἰ μὴ στέφανον καὶ τὸν ἐκ ξίφους λάβῃ.

 

Οἱ Ἅγιοι Μάρτυρες ΚΥΡΙΑΚΟΣ, ΔΙΟΝΥΣΙΟΣ καὶ ΑΝΔΡΕΑΣ ξίφει τελειοῦνται.

Διονυσίῳ συμφωνήσαντας δύο
Διονυσίῳ συγκατέκτανε ξίφος.

 

Αἱ Ἅγιαι Μάρτυρες ΑΝΔΡΟΠΕΛΑΓΙΑ καὶ ΘΕΚΛΑ ξίφει τελειοῦνται.

Ὡς ἀνδρική τις ἦν Ἀνδροπελαγία,
Πρὸς τὴν κεφαλῆς ἐκτομὴν ὡς ἡ Θέκλα.

 

Ὁ Ἅγιος Μάρτυς ΘΕΟΚΤΙΣΤΟΣ ὁ ναύκληρος ξίφει τελειοῦται.

Θεόκτιστος ναύκληρος ἐκτμηθεὶς κάραν,
Ψυχῆς ἰθύνει τὸ σκάφος πρὸς τὸν Πόλον.

 

Ὁ Ἅγιος Μάρτυς ΚΥΡΙΑΚΟΣ ὁ δημότης ξίφει τελειοῦται.

Ὁ Κυριακὸς δημότης, ἀλλ’ ἐκ ξίφους,
Συνθιασώτης τοῦ χοροῦ τῶν Μαρτύρων.

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς ΣΑΡΑΠΑΒΩΝ ὁ βουλευτὴς ξίφει τελειοῦται.

Βέλτιον οὐδὲν ἄλλο βουλεύσῃ τάχα,
Τοῦ μαρτυρῆσαι Σαραπάβων ἐκ ξίφους.

ΚΥΡΙΑΚΟΣ καὶ ΣΑΡΑΠΑΒΩΝ οἱ Ἅγιοι Μάρτυρες ἦσαν εἰς τοὺς χρόνους Δεκίου τοῦ βασιλέως ἐν ἔτει σν’ (250)· διαβληθέντες δὲ ὡς Χριστιανοὶ εἰς τὸν ἄρχοντα Οὐαλέριον, παρεστάθησαν ἔμπροσθέν του· ὁ δὲ ἄρχων καταπλαγεὶς διὰ τὴν στερεὰν καὶ ἄφοβον καρδίαν των, προστάσσει νὰ θανατωθοῦν διὰ ξίφους· ὅθεν ἀφοῦ ἐθανατώθησαν, ἔλαβον τὰ σώματα αὐτῶν Χριστιανοί τινες τῆς Ἀλεξανδρείας καὶ ἐνεταφίασαν αὐτά, διὰ νὰ εἶναι εἰς τὴν πόλιν αὐτῶν πολύτιμος καὶ ἀσύλητος θησαυρός.

 

Τῇ αὐτῇ ἡμέρᾳ συνέδραμε καὶ τὰ Ἐγκαίνια τῆς ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ εἰς τὸ Δεύτερον ἐν τῷ οἴκῳ τῆς Ἁγίας Εἰρήνης.

Σκηνὴν ἁγιάζουσι νῦν ἐγκαινίοις,
Τῆς τὴν βροτείαν φύσιν ἐγκαινισάσης.

   

ΕΠΙΣΤΡΟΦΗ