✥ Τῇ ΙΑ’ (11ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΔΑΝΙΗΛ τοῦ Στυλίτου.
Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,
Οἰκεῖ Δανιὴλ πρὶν στῦλον καὶ νῦν πόλον.
Ἑνδεκάτῃ Δανιὴλ στυλοβάμων εὕρατο τέρμα.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΛΟΥΚΑ τοῦ Νέου Στυλίτου.
Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,
Λουκᾶς δὲν τὸν νοῦν πρὸς Θεόν, πρὸς ὃν τρέχει.
✥ Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες ΑΕΙΘΑΛΑΣ καὶ ΑΚΕΨΕΗΣ ξίφει τελειοῦνται.
Ἀκεψεὴν βλέπων με πάσχοντα ξίφει,
Ἀειθαλᾶ, ζήλωσον· ἐζήλωσά σε.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΜΕΙΡΑΚΟΣ καὶ διήγησις πάνυ ὠφέλιμος.
Ἀρνησιχρίστων δόξαν ἅπας τις βλέπων,
Μηδὲν κατ’ αὐτῶν φλυαρείτω ἀφρόνως.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς ΒΑΡΣΑΒΑΣ ξίφει τελειοῦται.
Θύσας, Βαρσαβᾶ, ζῆθι, λυτρωθεὶς ξίφους·
Ἄνω ποθῶ ζῆν, θᾶττον ἡκέτω ξίφος [1].
ΒΑΡΣΑΒΑΣ ὁ Ἅγιος Μάρτυς ἐν Περσίᾳ παρρησίᾳ ὁμολογήσας τὸν Χριστὸν ἀληθῆ Θεόν, ἀπετμήθη τὴν κεφαλὴν ἀπὸ τὸν ἄρχοντα τῆς Περσίας καὶ ἔλαβε τοῦ Μαρτυρίου τὸν στέφανον.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΤΕΡΕΝΤΙΟΣ, ΒΙΚΕΝΤΙΟΣ, ΑΙΜΙΛΙΑΝΟΣ καὶ ΒΕΒΑΙΑ ξίφει τελειοῦνται.
Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία,
Θεοῦ τρία πρόσωπα καὶ φύσιν μίαν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΛΕΟΝΤΙΟΥ τοῦ ἐν τῇ Ἀχαΐᾳ.
Λεοντίου τίς τὸν βίον μὴ θαυμάσει;
Ἐν σαρκὶ γὰρ μετῆλθεν Ἀγγέλων βίον.
Πτῆ ἑνδεκάτῃ πόλῳ ἦτορ ἐν εἰρήνῃ Λεοντίου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ΚΥΡΙΑΚΗ τῶν Ἁγίων ΠΡΟΠΑΤΟΡΩΝ.
Δέξασθε χαρὰν οἱ πάλαι Προπάτορες,
Βλέποντες ἐγγίζοντα Χριστὸν Μεσσίαν.
Γήθεο, Ἀβραάμ, ὅτι πρόππαπος Χριστοῦ ἐδείχθης.
Εἰς τὴν Κυριακὴν ταύτην τῶν Ἁγίων Προπατόρων λόγον ἔχει ὁ θεῖος Χρυσόστομος εἰς τὸν Ἀβραάμ. Ὁμοίως καὶ ὁ θεῖος Νύσσης Γρηγόριος συνέγραψε δύο λόγους, τὸν μὲν ἕνα περὶ Θεότητος Υἱοῦ καὶ Πνεύματος, τὸν δὲ ἕτερον εἰς τὸν Ἀβραάμ. Ἀλλὰ καὶ ὁ θεῖος Γρηγόριος ὁ Παλαμᾶς λόγον συνέγραψεν εἰς τὴν Κυριακὴν ταύτην, οὗ ἡ ἀρχή· «Τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ» (σῴζεται ἐν τῷ Πρωτάτῳ καὶ ἐν ἄλλοις Μοναστηρίοις).
✥ Τοῦ Ὁσίου ΝΙΚΩΝΟΣ τοῦ Ξηροῦ, τοῦ ἐν τῷ σπηλαίῳ Ρώσου.
Ὑποσημειώσεις
[1] Κατ’ ἐρωταπόκρισιν συνετέθη τὸ δίστιχον τοῦτο, σημαίνει δὲ τὰ ἑξῆς. Λέγουσιν οἱ δήμιοι πρὸς τὸν Βαρσαβᾶν· «Θυσίασον, ὦ Βαρσαβᾶ, εἰς τὰ εἴδωλα διὰ νὰ λυτρωθῇς ἀπὸ τὸ ξίφος καὶ τὸν θάνατον, καὶ νὰ ἔχῃς τὴν ζωήν σου». Ὁ δὲ Βαρσαβᾶς ἀποκρίνεται πρὸς αὐτούς· «Ἐγὼ ποθῶ νὰ ζήσω ἐπάνω εἰς τοὺς οὐρανοὺς καὶ ὄχι ἐδῶ κάτω εἰς τὴν γῆν, διὰ τοῦτο ἂς πέσῃ ἐπ’ ἐμὲ τὸ ξίφος τάχιστα καὶ ἂς μὲ θανατώσῃ».