Δεκεμβρίου Ϛ’ (6η)

Τῇ Ϛ’ (6ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΝΙΚΟΛΑΟΥ Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ Θαυματουργοῦ.

Ὁ Νικόλαος πρέσβυς ὢν ἐν γῇ μέγας
Καὶ γῆς ἀποστὰς εἰς τὸ πρεσβεύειν ζέει.
Ἕκτῃ Νικόλεώ γε φάνη βιότοιο τελευτή.

Τὸν κατὰ πλάτος Βίον τοῦ Ἁγίου ἑλληνιστὶ μὲν συνέγραψε Συμεὼν ὁ Μεταφραστής, οὗ ἡ ἀρχή· «Σοφόν τι χρῆμα ζωγράφων χείρ», ἁπλοϊκῶς δὲ μετέφρασεν αὐτὸν Δαμασκηνὸς ὁ Μοναχὸς καὶ Ὑποδιάκονος, ὅστις καὶ Ἀρχιερεὺς τῆς Ρενδίνης ἔγινεν ὕστερον. Τὸν ἁπλοποιημένον Βίον αὐτὸν συμπεριέλαβεν ὁ Δαμασκηνὸς εἰς τὸν «Θησαυρὸν» αὐτοῦ, ἐξ οὗ παραλαβόντες ἡμεῖς καὶ δεόντως διασκευάσαντες παραθέτομεν ἐνταῦθα. Ἔχει δὲ καὶ ὁ Κρήτης Ἀνδρέας ἐγκώμιον γλαφυρὸν εἰς τὸν μέγαν Νικόλαον, οὗ ἡ ἀρχή· «Ἄνθρωπε τοῦ Θεοῦ καὶ πιστὲ θεράπον» (σῴζεται ἐν τῇ τοῦ Σταυρονικήτα καὶ ἐν τῇ τοῦ Διονυσίου) καὶ Βασίλειος ὁ Λακεδαιμόνιος, οὗ ἡ ἀρχή· «Ἡ τῶν ἀρετῶν τῇ μεγαλειότητι» (σῴζεται ἐν τῷ ἕκτῳ Πανηγυρικῷ τῆς τοῦ Βατοπεδίου) καὶ ὁ Μακάριος εἰς τὴν «Σάλπιγγα». Σημείωσαι, ὅτι ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης μετέφρασεν εἰς τὸ ἁπλοῦν τὸ ρηθὲν ἐγκώμιον τοῦ Ἁγίου Ἀνδρέου. Βλέπε δὲ καὶ εἰς τὸ βιβλίον Ἱεροσολύμων τοῦ Χρυσάνθου, εἰς τὸν Ποιμενικὸν Αὐλόν, εἰς τὴν Σαγήνην καὶ εἰς τὸν Μακάριον τὸν Κωφόν. Εἰς τὸν Ἅγιον Νικόλαον ὁ γνωστὸς Πατὴρ Γεράσιμος ὁ Μικραγιαννανίτης συνέγραψεν 24 Οἴκους.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ.

Κἂν βλέμμα θεῖον ὑψόθεν θυμοῦ γέμον,
Ποιεῖ τρέμειν γῆν, εὐμενὲς ταχὺ βλέπει.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΝΙΚΟΛΑΟΥ τοῦ Καραμάνου, τοῦ ἐν Σμύρνῃ μαρτυρήσαντος κατὰ τὸ ͵αχνζ’ (1657) ἔτος.

Ἐμαρτύρησας ὥσπερ ἠρνήσω πάλαι,
Ὅθεν στέφανον, Νικόλαε, λαμβάνεις.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΑΝΤΩΝΙΟΥ τοῦ Νέου καὶ Θαυματουργοῦ ἐν Σιήσκῳ καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΝΕΙΛΟΥ τοῦ ἐν τῇ νήσῳ Στολοβνόε ἐν τῇ λίμνη Σεληγέρᾳ τοῦ Νέου Θαυματουργοῦ Ρώσου.

  

ΕΠΙΣΤΡΟΦΗ