✥ Τῇ Κ’ (20ῇ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΙΓΝΑΤΙΟΥ τοῦ Θεοφόρου, καὶ Προεόρτια τῆς κατὰ Σάρκα Γεννήσεως τοῦ Κυρίου ἡμῶν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.
Λέουσιν, Ἰγνάτιε, δεῖπνον προὐτέθης,
Κοινωνὲ δείπνου μυστικοῦ, θάρσους λέον.
Εἰκάδι Ἰγνάτιος θάνε γαμφηλῇσι (ἤτοι σιαγόσι) λεόντων.
Τὸν Βίον αὐτοῦ συνέγραψεν ἑλληνιστὶ Συμεὼν ὁ Μεταφραστής, οὗ ἡ ἀρχή· «Ἄρτι Τραϊανοῦ τὰ τῆς Ρωμαίων βασιλείας σκῆπτρα» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ καὶ ἐν ἄλλαις). Εἰς τὴν ἁπλῆν Ἑλληνικὴν μετηνέχθη ὑπὸ τοῦ ἱεροῦ Ἀγαπίου τοῦ Κρητός, ὑφ’ οὗ καὶ τύποις ἐξεδόθη μετ’ ἄλλων ἐν τῷ «Ἐκλογίῳ». Ἐκ τούτου παραληφθεὶς ὑφ’ ἡμῶν καταχωρίζεται ἐνταῦθα διεσκευασμένος κατὰ τὴν φράσιν. Ὁ δὲ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Ἰωάννης ὁ Χρυσόστομος ἐτίμησε τὸν Ἅγιον καὶ μὲ ἐγκώμιον, οὗ ἡ ἀρχή· «Οἱ πολυτελεῖς καὶ φιλότιμοι τῶν ἑστιατόρων». Εὕρηται ἐν τῷ 50ῷ τόμῳ τῆς ἐκδόσεως Migne, στ. 587. Τὴν συμπλήρωσιν τῆς Ἀκολουθίας τοῦ Ἁγίου Ἰγνατίου ἐποιήσατο ὁ γνωστὸς Ὑμνογράφος Πατὴρ Γεράσιμος Μικραγιαννανίτης, συντάξας 24 Οἴκους εἰς τὸν αὐτὸν Ἅγιον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΦΙΛΟΓΟΝΙΟΥ, γενομένου ἀπὸ δικολόγου Παπριάρχου Ἀντιοχείας.
Φιλογόνιος ἐντολεὺς λείπει βίον,
Δραμὼν ἀρίστην ἐντολῶν Θεοῦ τρίβον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς ΙΩΑΝΝΗΣ ὁ ράπτης, παιδίον νέον, ὁ καταγόμενος ἐκ τῆς νήσου Θάσου καὶ μαρτυρήσας ἐν Κωνσταντινουπόλει κατὰ τὸ ͵αχνβ’ (1652) ἔτος, ξίφει τελειοῦται.
Σεμνύνεται νῦν Θάσος ἡ πατρὶς φίλη,
Σὲ Μάρτυρα πλουτοῦσα ὤ πλούτου ξένου!
Τὸ μαρτύριον αὐτοῦ συνέγραψαν Ἰωάννης ὁ Καραφύλλης καὶ Μελέτιος ὁ Συρίγου. Ἐξεδόθει δὲ τύποις ἐν τῷ «Νέῳ Μαρτυρολογίῳ», ἐξ οὖ παραληφθὲν ὑφ᾿ ἡμῶν καταχωρίζεται ἐνταῦθα διασκευασμένον κατὰ τὴν φράσιν. Ἐν ἂλλοις δὲ γράφεται ὃτι εἰς τὴν αʹ (1ην) Δεκεμβρίου ἐμαρτύρησεν ὁ Ἁγιος.