✥ Τῇ ΙΓ’ (13ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΕΡΜΥΛΟΥ καὶ ΣΤΡΑΤΟΝΙΚΟΥ.
Ἡ σαργάνη ναῦς Ἑρμύλῳ Στρατονίκῳ.
Κοινὸν κατάπλουν εἰς βυθὸν ποιουμένοις.
Ἕρμυλον ἠδ’ ἑταῖρον δεκάτῃ πνίξε τρίτῃ Ἴστρος.
Τὸ ἑλληνικὸν τούτων Μαρτύριον συνέγραψεν ὁ Μεταφραστὴς Συμεών, οὗ ἡ ἀρχή· «Βασιλεύοντος Λικινίου τοῦ δυσσεβοῦς» (σῴζεται ἐν τῇ Λαύρᾳ, ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Ὁ ἁπλοῦς Βίος αὐτῶν εὕρηται εἰς τὸν «Νέον Παράδεισον», ἐξ οὗ καὶ παραληφθεὶς παρατίθεται ἐνταῦθα διεσκευασμένος κατὰ τὴν φράσιν.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΙΑΚΩΒΟΥ τοῦ ἀπὸ Νισίβεως.
Τὸν Ἰάκωβον θνητὸν ὄντα τῇ φύσει,
Θνητοῖς ὁμοίως μὴ θανεῖν οὐκ ἦν πρέπον.
Τούτου τοῦ Ὁσίου τὸν Βίον γράφει ὁ Θεοδώρητος ἐν ἀριθμῷ πρώτῳ τῆς Φιλοθέου Ἱστορίας, ἀφ’ οὗ παρελήφθη καὶ τὸ παρατιθέμενον ἐνταῦθα Συναξάριον συντομευμένον.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Ὁ Ἅγιος ΑΘΑΝΑΣΙΟΣ ραβδιζόμενος τελειοῦται.
Ράβδοις, Ἀθανάσιος, σαυτὸν ἐκδίδωσι,
Σπεύδων θανεῖν μέν, ζῆν δὲ πολλῷ κρειττόνως.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΠΑΧΩΜΙΟΣ καὶ ΠΑΠΥΡΙΝΟΣ ἐν ποταμῷ ριφθέντες τελειοῦνται.
Τοιοῦτον εὗρε καὶ Παπυρῖνος τέλος,
Οἷον σύ, Παχώμιε, βληθεὶς εἰς ὕδωρ.
✥ Τὰ ἐγκαίνια τῆς Μονῆς τοῦ Προφήτου ΗΛΙΟΥ, τῆς καλουμένης τοῦ Βαθέος Ρύακος.
Τιμῶντες ἐγκαίνια Μονῆς σου, μάκαρ,
Σὴν ἐξαιτοῦμεν Ἠλιοὺ θείαν χάριν.
Ἡ Μονὴ αὕτη εὑρίσκεται παρὰ τῇ Τριγλίᾳ ἤτοι εἰς τὰ Μουδανία.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος πατὴρ ἡμῶν ΜΑΞΙΜΟΣ ὁ Καυσοκαλύβης, ὁ ἑν τῷ Ἁγίῳ Ὄρει τοῦ Ἄθω ἀσκήσας, κατὰ τὸ ͵ατκ’ (1320) ἔτος, ἐν εἰρήνῃ τελειοῦται.
Παρῆλθε πάντας ἀρεταῖς ὁ Μάξιμος,
Κἂν τοῖς χρόνοις ἤσκησεν νῦν τοῖς ἐσχάτοις.
Ὁ Βίος αὐτοῦ συνεγράφη ἑλληνιστὶ ὑπὸ Θεοφάνους τοῦ Περιθεωρίου καὶ Προηγουμένου τῆς Ἱερᾶς Μονῆς τοῦ Βατοπαιδίου, μετεφέρθη δὲ εἰς τὴν ἁπλῆν ὑπὸ τοῦ Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου καὶ κατεχωρήθη ὑπ’ αὐτοῦ εἰς τὸ «Νέον Ἐκλόγιον» ἐξ οὗ καὶ παρατίθεται ἐνταῦθα ἐλαφρῶς διασκευασθεὶς κατὰ τὴν φράσιν. Πλήρη πανηγυρικὴν Ἀκολουθίαν, παρὰ τὴν παλαιὰν τοιαύτην, οὖσαν ἐν πολλοῖς παράμελον καὶ κακόζηλον, συνέταξεν εἰς τὸν Ὅσιον τοῦτον Μάξιμον ὁ Ὑμνογράφος τῆς Ὀρθοδόξου Ἐκκλησίας Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.
ΣΥΝΑΞΑΡΙΟΝ
ΕΠΙΣΤΡΟΦΗ