Συναξάριον τοῦ Μηναίου εἶτα τὸ παρόν·
✥ Τῇ ἁγίᾳ καὶ μεγάλῃ Δευτέρᾳ μνείαν ποιούμεθα τοῦ μακαρίου ΙΩΣΗΦ τοῦ Παγκάλου καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταρασθείσης καὶ ξηρανθείσης συκῆς.
Σώφρων Ἰωσήφ, δίκαιος κράτωρ ὤφθη,
καὶ σιτοδότης· ὦ καλῶν θημωνία!
Ἕτεροι εἰς τὴν ξηρανθεῖσαν συκῆν.
Τὴν συναγωγήν, συκῆν Χριστός, Ἑβραίων,
Καρπῶν ἄμοιρον πνευματικῶν εἰκάζων,
Ἀρᾷ ξηραίνει· ἧς φύγωμεν τὸ πάθος.
Βίος καὶ πολιτεία τοῦ Δικαίου ΙΩΣΗΦ τοῦ ΠΑΓΚΑΛΟΥ.
Πηγὴ τοῦ Βίου τοῦ Ἁγίου καὶ Δικαίου Ἰωσὴφ τοῦ Παγκάλου εἶναι ἡ Παλαιὰ Διαθήκη, πρῶτος δὲ συγγραφεὺς αὐτοῦ ὁ μέγας ἐν Προφήταις Μωϋσῆς ὁ Θεόπτης, ὁ συγγραφεὺς τῆς Πεντατεύχου, ὅστις μὲ ὑπέροχον γλαφυρότητα περιγράφει τὰ κατὰ τὸν Ἰωσὴφ ἐν τῷ βιβλίῳ τῆς Γενέσεως, ἐν κεφαλαίοις λζʹ, λθʹ ἕως μηʹ καὶ νʹ. Ἐκ τῆς θεοπνεύστου ταύτης πηγῆς ἀρυσθέντες ἔγραψαν πολλοὶ ἑτέρους Βίους. Τὸν ἐνταῦθα παρατιθέμενον συνέγραψεν Ἑλληνιστὶ Συμεὼν ὁ Μεταφραστής, μετήνεγκε δὲ εἰς τὴν ἁπλῆν Ἑλληνικήν, ἐνεπλούτισε καὶ ἐξέδοτο τύποις ὁ ἀοίδιμος Ἀγάπιος ὁ Κρής, συμπεριλαβὼν αὐτὸν ἐν τῷ «Ἐκλογίῳ», ἐξ οὗ καὶ παραληφθεὶς ὑφ’ ἡμῶν παρατίθεται διεσκευασμένος κατὰ τὴν φράσιν.