✥ Τῇ ΙΘ’ (19ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΒΟΝΙΦΑΤΙΟΥ καὶ τῆς Ἁγίας ΑΓΛΑΪΔΟΣ τῆς Ρωμαίας.
Ζητῶν Βονιφάτιος ὀστᾶ Μαρτύρων,
Ἑαυτὸν εὗρε Μάρτυρα τμηθεὶς ξίφει.
Ἐννεακαιδεκάτῃ Βονιφάτιος αὐχένα κάρθη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΗΛΙΑ, ΠΡΟΒΟΥ καὶ ΑΡΕΩΣ.
Εἰς τὸν Ἠλίαν καὶ Πρόβον·
Ἀθλήσεως τμηθέντα τῷ ξίφει κάραν,
Ζηλοῖ ταχὺ Πρόβος σε, Μάρτυς Ἠλία.
Εἰς τὸν Ἄρη·
Ἄρης ὑπῆρξας πρὸς τὸ πῦρ ὄντως, Ἄρες.
Ἄρης νοητός, ὅπλα πίστεως φέρων.
ΗΛΙΑΣ, ΠΡΟΒΟΣ καὶ ΑΡΗΣ οἱ Ἅγιοι Μάρτυρες κατήγοντο ἐξ Αἰγύπτου, ἦσαν δὲ Χριστιανοὶ καὶ ἐπορεύοντο εἰς τὴν Κιλικίαν ὅπως ἐπισκεφθῶσι καὶ ὑπηρετήσωσι τοὺς ἐκεῖ μαρτυροῦντας Χριστιανούς. Ὅταν δὲ ἔφθασαν εἰς τὴν Ἀσκάλωνα, συλληφθέντες ἐφέρθησαν ἐνώπιον τοῦ ἐκεῖ κριτοῦ, Φιρμιλιανοῦ ὀνόματι, ὁμολογήσαντες δὲ ἑαυτοὺς Χριστιανοὺς ἐδοκίμασαν διαφόρους βασάνους· καὶ ὁ μὲν Ἅγιος Ἄρης ἐτελείωσε τὸ Μαρτύριον διὰ πυρός, οἱ δὲ Ἅγιοι Πρόβος καὶ Ἠλίας ἀπεκεφαλίσθησαν. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ Μαρτυρίῳ τοῦ Ἁγίου Φιλήμονος, ἐν τόπῳ καλουμένῳ Στρατηγίῳ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες ΤΙΜΟΘΕΟΣ καὶ ΠΟΛΥΕΥΚΤΟΣ πυρὶ τελειοῦνται.
Εἰς τὸν Τιμόθεον·
Τιμόθεον δὲ τὸν πεπυρπολημένον,
ποῦ θήσομεν λαχόντα παντίμου τέλους;
Εἰς τὸν Πολύευκτον·
Σοῦ, Πολύευκτε Καισαρεῦ, ποῖον τέλος;
Τὸ πῦρ ὑπελθὼν εὗρον εὐκταῖον τέλος.
ΤΙΜΟΘΕΟΣ καὶ ΠΟΛΥΕΥΚΤΟΣ οἱ Ἅγιοι Μάρτυρες, κρατηθέντες καὶ ὁμολογήσαντες τὸν Χριστόν, ἐτελείωσαν διὰ πολλῶν βασάνων τὸ Μαρτύριον. Καὶ ὁ μὲν Τιμόθεος ἐτελείωσε τὸ Μαρτύριον ἐν τῇ ἐν Ἀφρικῇ Μαυριτανίᾳ (ἢ Μαυρουσίᾳ)· ὁ δὲ Πολύευκτος, μὲ διαφόρους τιμωρίας πρότερον βασανισθεὶς ἐν Καισαρείᾳ, τελευταῖον εἰς πῦρ βληθεὶς ἐτελείωσε καὶ οὗτος τὸ Μαρτύριον, οὕτω δὲ ἔλαβον καὶ οἱ δύο τοὺς μαρτυρικοὺς στεφάνους παρὰ Κυρίου.
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΕΥΤΥΧΙΟΥ καὶ ΘΕΣΣΑΛΟΝΙΚΗΣ καὶ τῶν σὺν αὐτοῖς ΑΝΔΡΩΝ διακοσίων καὶ ΓΥΝΑΙΚΩΝ ἑβδομήκοντα.
Εἰς τὸν Εὐτύχιον καὶ Θεσσαλονίκην·
Σὺν Εὐτυχίῳ καὶ σὺ Θεσσαλονίκη,
Νίκην ἐφεῦρες εὐτυχῶς ἐκ τοῦ ξίφους.
Εἰς τοὺς διακοσίους ἄνδρας καὶ ἑβδομήκοντα γυναῖκας·
Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,
Ἀνεῖλε καὶ γυναῖκας ἑπτάκις δέκα.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὶς ἡμῶν ΓΡΗΓΕΝΤΙΟΥ Ἐπισκόπου Αἰθιοπίας.
Σαρκὸς λιπὼν σύνδεσμον ὁ Γρηγέντιος,
Ἐκεῖ μετῆρεν ἔνθα σαρξὶν οὐ τόπος.
✥ Ὁ Ἅγιος Μάρτυς ΤΡΥΦΩΝ, εἰς φυτὸν ἰτέας κρεμασθείς, τελειοῦται.
Τρύφων ἀνῆλθε σώματι πρὸς ἰτέαν,
Καὶ πνεύματι πρὸς ὕψος οὐρανοῦ μέγα.
✥ Τοῦ Ὁσίου Ἠλιοῦ Μουρόμας τοῦ θαυματουργοῦ ἐν τῷ σπηλαίῳ Ρώσου.