Μαρτίου ΚΖ’ (27η)

Τῇ ΚΖ’ (27ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Μάρτυρος ΜΑΤΡΩΝΗΣ τῆς ἐν Θεσσαλονίκῃ.

Οὐκ ἄξιον λαθεῖν σε, Μάρτυς Ματρῶνα,
Κἂν ἔνδον εἱρκτῆς ἐκπνέῃς κεκρυμμένη.
Εἰκάδι ἑβδομάτι θάνε Ματρώνη ἔνι εἱρκτῇ.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ὅσιος ΚΗΡΥΚΟΣ ὁ ἐν τῷ Ἄπρῳ ἐν εἰρήνῃ τελειοῦται.

Ἐγώ, Πάτερ Κήρυκε, καὶ τεθνηκότα,
Κἂν καρδίᾳ φέρειν σε κἂν γλώττῃ θέλω.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΦΙΛΗΤΟΥ τοῦ Συγκλητικοῦ καὶ ΛΥΔΙΑΣ τῆς αὐτοῦ γυναικὸς καὶ τῶν δύο τέκνων αὐτοῦ ΘΕΟΠΡΕΠΙΟΥ καὶ ΜΑΚΕΔΟΝΟΣ, ΑΜΦΙΛΟΧΙΟΥ τοῦ δουκὸς καὶ ΚΡΟΝΙΔΟΥ τοῦ Κομενταρησίου.

Εἰς τοὺς Φιλητὸν καὶ Λυδίαν·

Ὥσπερ Φιλητοῦ καὶ Λυδίας σὰρξ μία,
Οὕτως ἓν αὐτῶν καὶ μετ’ εἰρήνης τέλος.

Εἰς τὸν Θεοπρέπιον καὶ Μακεδόνα·

Θνήσκει Θεοπρέπιος σὺν Μακεδόνι,
Θεοπρεπῶς ἄδοντες ὕμνους Κυρίῳ.

Εἰς τοὺς Ἀμφιλόχιον καὶ Κρονίδην·

Δοὺξ συντελευτᾷ τῷ Κομενταρησίῳ
Ἐξουσιάζων ἐξυπηρετουμένῳ.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Οἱ Ἅγιοι Μάρτυρες ΙΩΑΝΝΗΣ καὶ ΒΑΡΟΥΧΙΟΣ ξίφει τελειοῦνται.

Οὐ θάρσος ἧττον Ἰωάννου πρὸς ξίφος
Ὅ Βαρούχιος εἶχεν, εἰμὴ καὶ πλέον.

Ἐν τοῖς Μηναίοις γράφονται οὗτοι Ἰωνᾶς καὶ Βαραχήσιος οὐχὶ ὀρθῶς, διότι οἱ Ἅγιοι Ἰωνᾶς καὶ Βαραχήσιος ἑορτάζονται κατὰ τὴν κηʹ (29ην) Μαρτίου (βλέπε σελ. 516-517, τοῦ ἀνὰ χεῖρας τόμου).

 

Ὁ Ἅγιος Προφήτης ΑΝΑΝΙ ἐν εἰρήνῃ τελειοῦται.

Τριὰς τρίπους σός, Ἀνανὶ θεοτρόπε,
Δι’ ἧς τὸ μέλλον προὔλεγες πρὸ τοῦ τέλους.

Περὶ τοῦ Ἁγίου τούτου Προφήτου Ἀνανὶ γράφονται τὰ ἑξῆς ἐν τῇ Ἁγίᾳ Γραφῇ· «Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ἀνανὶ ὁ Προφήτης πρὸς Ἀσὰ Βασιλέα Ἰούδα καὶ εἶπεν αὐτῷ· Ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας, καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον Θεόν σου, διὰ τοῦτο ἐσώθη ἡ δύναμις Συρίας ἀπὸ τῆς χειρός σου. Οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος, εἰς ἱππεῖς, εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ Κύριον, παρέδωκεν εἰς τὰς χεῖράς σου; Ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν· ἠγνόηκας ἐπὶ τούτῳ· ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος. Καὶ ἐθυμώθη Ἀσὰ τῷ Προφήτῃ, καὶ παρέθετο αὐτὸν εἰς φυλακὴν» (Βʹ Παραλ. ιϛʹ 7-10). Ἐσφαλμένως δὲ Ἀνίναν γράφουσιν αὐτὸν τὰ Μηναῖα.

 

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΠΑΥΛΟΥ Ἐπισκόπου Κορίνθου, ἀδελφοῦ γεγονότος Πέτρου Ἐπισκόπου Ἄργους καὶ Ναυπλίου τοῦ Σημειοφόρου.

Φύσει ἀδελφὸς ὢν ὁ Παῦλος τοῦ Πέτρου.
Πόλει σὺν αὐτῷ ἐγκατοικεῖ τῇ ἄνω.

Ἀμφοτέρων τῶν Ἁγίων τούτων ἀδελφών Πέτρου καὶ Παύλου ὁ Βίος γράφεται εἰς τὴν γʹ (3ην) Μαΐου (βλέπε ἐν τόμῳ Εʹ, τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»), ὅτε καὶ ἐπιτελεῖται ἡ ἰδιαιτέρα μνήμη τοῦ Ἁγίου Πέτρου, ὅστις καὶ θαυματουργὸς ἀποκαλεῖται. Ἡ εἰς τοὺς παλαιοτέρους Συναξαριστὰς καταχώρησις τοῦ Συναξαρίου τοῦ Ἁγίου Πέτρου εἰς τὴν γʹ (3ην) Ἰανουαρίου (βλ. τομ. Αʹ) ὑπῆρξεν ἐσφαλμένη, καθὼς ἐσφαλμένος ὑπῆρξε καὶ ὁ συσχετισμὸς ἐκείνου πρὸς τὸν κατὰ τὴν αὐτὴν ἡμερομηνίαν ἑορταζόμενον Ἅγιον Πέτρον τὸν ἐν τῇ Ἀτρώᾳ.

Περιττῶς δὲ γράφεται ἐδῶ παρὰ τοῖς Μηναίοις ἡ μνήμη τοῦ Ἀποστόλου Ἡρωδίωνος, διότι οὗτος ἑορτάζεται μετὰ Ὀλυμπᾶ μέν, Ἐράστου, Σωσιπάτρου καὶ Κουάρτου κατὰ τὴν δεκάτην τοῦ Νοεμβρίου (βλ. τόμ. ΙΑʹ), κατ’ ἰδίαν δὲ τὴν ἀκόλουθον εἰκοστὴν ὀγδόην τοῦ παρόντος Μαρτίου (βλέπε σελ. 509 τοῦ ἀνὰ χεῖρας τόμου).

 

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΕΥΤΥΧΙΟΥ.

Εὐτυχὲς Εὐτύχιος ἦλθεν εἰς πέρας,
Γῆθεν μεταστὰς καὶ κατοικήσας Πόλον.

   

ΕΠΙΣΤΡΟΦΗ