Μαΐου ΚΗ’ (28η)

Τῇ ΚΗ’ (28ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΕΥΤΥΧΟΥΣ Ἐπισκόπου Μελιτηνῆς.

Ὡς εὐτυχῶς σὺ ηὐτύχησας, τρισμάκαρ,
Θείας τετευχώς, Εὐτυχές, κληρουχίας.
Εἰκάδι ὀγδοάτῃ Εὐτυχέα ἔνθεν ἄειραν.

Περὶ τοῦ Ἁγίου τούτου οὐδὲν ὑπόμνημα διεσώθη, τὰ δὲ κατ’ αὐτὸν τυγχάνουσιν ἄγνωστα. Ἐν τοῖς Μηναίοις οὗτος καλεῖται Εὐτυχὴς ἢ Εὐτύχιος. Ἡ Ἀκολουθία αὐτοῦ, ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου, ὀνομάζει τοῦτον Εὐτύχιον. Ἐν αὐτῇ ὅμως ὑμνεῖται μόνον ὡς Μάρτυς τελειωθεὶς διὰ πνιγμοῦ, οὐδαμοῦ δὲ ταύτης γίνεται λόγος ὅτι ὑπῆρξεν Ἐπίσκοπος. Ὁ Σωφρόνιος Εὐστρατιάδης ἐν τῷ Ἁγιολογίῳ (σελ. 156) σημειοῖ ὅτι ἡ ἀναγραφή του ὡς Ἐπισκόπου Μελιτηνῆς εἶναι ἐσφαλμένη. Πρὸς ἀπόδειξιν τῆς γνώμης του παραθέτει σύντομον Ὑπόμνημα, ὅπερ εὗρεν ἐν τοῖς Λαυρεωτικοῖς Κώδιξι Δʹ 5 καὶ Ιʹ 70, φύλ. 279α ἔχον ὡς ἑξῆς: «Οὗτος ὁ Ἅγιος, (Εὐτύχιος ἐκεῖ γράφεται) αὐτοπροαιρέτως τοῖς τυράννοις προσαχθεὶς καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἶναι Θεὸν ἀληθινὸν κηρύξας καὶ τὰ εἴδωλα μυκτηρίσας καὶ καταπτύσας, μυρίας δεινὰς ὑφίσταται κολάσεις καὶ ταλαιπωρίας καὶ τοσαῦτα ὑπέστη, ἃ οὐκ ἐξὸν γραφῇ παραδοῦναι καὶ ἐκ πάντων ἀνώτερος γεγονώς, τῇ τοῦ Χριστοῦ Χάριτι, ὕστερον τῷ βυθῷ τῆς θαλάσσης ἀπερρίφη καὶ οὕτω τὸ μακάριον καὶ ποθούμενον τέλος ἐδέξατο».

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος ΕΛΙΚΩΝΙΔΟΣ.

Ἑλικωνὶς τμηθεῖσα τὴν κάραν ξίφει,
Οὐχ Ἑλικῶνα, ἀλλ’ Ἐδὲμ τρυφὴν ἔχει.

ΣΥΝΑΞΑΡΙΟΝ

     

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΚΡΗΣΚΕΝΤΟΣ, ΠΑΥΛΟΥ καὶ ΔΙΟΣΚΟΡΙΔΟΥ.

Ἐν τῇ καμίνῳ Σεδρὰχ Διοσκορίδης,
Μισὰχ δὲ Παῦλος, Αὐδεναγὼ δὲ Κρήσκης.

ΚΡΗΣΚΗΣ, ΠΑΥΛΟΣ καὶ ΔΙΟΣΚΟΡΙΔΗΣ οἱ Ἅγιοι Μάρτυρες, διατρίβοντες ἐν τῇ παλαιᾷ Ρώμῃ, πολλοὺς ἀπίστους διὰ τῆς διδασκαλίας των προσέφερον εἰς τὸν Χριστόν. Ὅθεν, συλληφθέντες ὑπὸ τῶν εἰδωλολατρῶν, ἐδάρησαν δυνατὰ καὶ κατόπιν ἐρρίφθησαν ἐντὸς ἀνημμένης καμίνου. Οὕτως ἔλαβον οἱ ἀοίδιμοι τοὺς στεφάνους τοῦ Μαρτυρίου.

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου νέου ἐνδόξου καὶ καλλινίκου Ἱερομάρτυρος ΖΑΧΑΡΙΟΥ τοῦ Προυσαέως, ἀθλήσαντος ἐν ἔτει ͵αωβ’ (1802).

Καὶ Ζαχαρίας ἀθλητὴς νέος ὤφθη
Ἐχθρὸν αἰσχύνας παραστάσει γενναίᾳ.

Τὸ Μαρτύριον αὐτοῦ ἐξεδόθη τύποις ἐν τῷ «Νέῳ Λειμωναρίῳ», ἐξ οὗ παραληφθὲν ὑφ’ ἡμῶν παρατίθεται ἐνταῦθα διεσκευασμένον κατὰ τὴν φράσιν. Βλέπε καὶ τὴν ὑποσημείωσιν τῆς σελίδος 528 τοῦ ἀνὰ χεῖρας τόμου.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος ΑΝΔΡΕΑΣ ὁ διὰ Χριστὸν Σαλὸς ἐν εἰρήνῃ τελειοῦται.

Παύλου τὸ ρῆμα καὶ μεταστὰς Ἀνδρέας,
Ἡμεῖς γε μωρὸς διὰ Χριστόν, κεκράγει.

Ὁ κατὰ πλάτος Βίος τοῦ Ὁσίου τούτου Πατρὸς ἡμῶν Ἀνδρέου τοῦ διὰ Χριστὸν Σαλοῦ συνεγράφη ὑπὸ Νικηφόρου Ἱερέως τῆς ἁγιωτάτης Μεγάλης Ἐκκλησίας τῆς τοῦ Θεοῦ Σοφίας. Τοῦ Βίου τούτου παραλλαγαὶ εὑρίσκονται εἰς διαφόρους Κώδικας. Ὁ Σωφρόνιος Εὐστρατιάδης («Ἁγιολόγιον», σελ. 39) σημειοῖ, ὅτι τρεῖς τοιαῦται παραλλαγαὶ εὕρηνται εἰς Ἁγιορειτικοὺς Κώδικας (Βατοπαιδινοὶ 85 φ. 1, 211 φ. 15, 96 φ. 1, 767, Λαυρεωτικοὶ Λʹ 15 φ. 79, Ιʹ 108 φ. 2, Θʹ 17 φ. 1). Ὁμοίως εὕρηται ἐν διαφόροις Σιναϊτικοῖς Κώδιξι. Τύποις ἐκδεδομένος εὕρηται ἐν τῇ Ἑλληνικῇ Πατρολογίᾳ, τόμ. 111, στ. 625-888. Μαρτυρίαι τούτου περιέχονται καὶ εἰς τὸ Λειμωνάριον (Migne τόμ. 87, στ. 2932-2936). Εἰς ἰδιαίτερον τεῦχος ἐξεδόθη μετὰ τῆς Ἀκολουθίας τοῦ Ἁγίου ἐν Ἱεροσολύμοις τῷ 1912 ὑπὸ Αὐγουστίνου Ἰορδανίτου, ληφθεὶς ἐκ Σιναϊτικοῦ Κώδικος τοῦ ΙΖʹ αἰῶνος ὑπ’ ἀριθμ. 543, φύλ. 1α-186α, ἐπανεξεδόθη δὲ ἐν Ἀθήναις τῷ 1933, ὑπὸ Εὐγενίου Λεμονῆ. Ὁ Βίος μόνος ἐξεδόθη τῷ 1961 ἐν Βόλῳ ὑπὸ Σ. Σχοινᾶ, ληφθεὶς ἐκ τῶν ὑπ’ ἀριθ. 230 καὶ 259 Κωδίκων τῆς ἐν Ἁγίῳ Ὄρει Μονῆς τοῦ Διονυσίου. Τοῦ ἐν λόγῳ κατὰ πλάτος Βίου τοῦ Ἁγίου μετάφρασιν ἐν περιλήψει ἀποτελεῖ ὁ ἐνταῦθα καταχωριζόμενος.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΔΗΜΗΤΡΙΟΥ ἢ Μήτρου τοῦ ἐκ Πελοποννήσου καταγομένου καὶ ἀθλήσαντος ἐν ἔτει αψϟδ’ (1794) ἀπὸ Χριστοῦ.

Ὁμολογήσας Χριστὸν λαμπρῶς ὁ Δημήτριος
Μάρτυς ἐδείχθη ἐκτμηθεὶς τὸν αὐχένα.

Τὸ Μαρτύριον τοῦ Ἁγίου τούτου Νεομάρτυρος Δημητρίου συνέγραψεν ὁ Ἅγιος Μακάριος ὁ Νοταρᾶς, ὁ πρῴην Κορίνθου (βλέπε Ἀπριλίου 17ῃ ἐν τόμῳ Δʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»), ἐξεδόθη δὲ τύποις ἐν τῷ «Νέῳ Λειμωναρίῳ» ἐξ οὗ παραληφθὲν ὑφ’ ἡμῶν παρατίθεται ἐνταῦθα διεσκευασμένον κατὰ τὴν φράσιν.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΙΓΝΑΤΙΟΥ Ἐπισκόπου Ροστοβίας τοῦ Θαυματουργοῦ Ρώσου.

   

ΕΠΙΣΤΡΟΦΗ