Αὐγούστου ΚΖ’ (27η)

Τῇ ΚΖ’ (27ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΠΟΙΜΕΝΟΣ.

Ὡς ἐκ λύκου χαίνοντος ἡρπάγη βίου,
Ποιμὴν τὸ θρέμμα τοῦ μεγίστου Ποιμένος.
Ποιμένα εἰς μέγαν ἑβδόμῃ εἰκάδι ᾤχετο Ποιμήν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ ΛΙΒΕΡΙΟΥ, Πάπα Ρώμης.

Τὸν πλοῦτον ἀντλεῖν Λιβέριος νῦν ἔχει,
Ὃν οὐρανοῖς ἦν ἐμφρόνως θησαυρίσας.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΟΣΙΟΥ, Ἐπισκόπου Κορδούης.

Τὴν κλῆσιν εἰπών, Ὅσιε, τὴν σὴν μόνην,
Πληρῶ θανόντι τῶν ἐπαίνων σοι χρέος.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ἡ ὑπὸ τοῦ Ἁγίου Φιλίππου γενομένη βάπτισις τοῦ ΑΙΘΙΟΠΟΣ εὐνούχου.

Ἀνὴρ ἐλέγχει τὴν παροιμίαν Σπάδων,
Λευκαίνεται γὰρ καὶ πεφυκὼς Αἰθίοψ.

 

Ἡ Ἁγία Μάρτυς ΑΝΘΟΥΣΑ ἡ νέα, τρίχινον ράκος ἐνδυθεῖσα, καὶ πέτραν εἰς τὸν τράχηλον αὐτῆς περιδεθεῖσα, ἐν φρέατι ρίπτεται καὶ τελειοῦται.

Ὁ μανδύας σοι πῖλος, ἡ πόρπη πέτρα,
Μεθ’ ὧν ὑπῆλθες, Ἀνθοῦσα, βαθὺ φρέαρ.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος ΦΑΝΟΥΡΙΟΥ τοῦ Νεοφανοῦς.

Φανούριος φῶς πᾶσι πιστοῖς παρέχει,
Κἄν εἰς σκότος δ’ ἔκειτο τῆς γαίας μέγα.
Ἔνθα σοι σηκὸς Φανουρίεο ζάθεος ἔνι.

Τὸ Μαρτύριον αὐτοῦ ἐλήφθη ἐκ τοῦ «Νέου Λειμωναρίου» διασκευασθὲν φραστικῶς.

ΣΥΝΑΞΑΡΙΟΝ

   

ΕΠΙΣΤΡΟΦΗ