✥ Τῇ Δ’ (4ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ ΜΑΞΙΜΙΛΙΑΜΟΥ, ΕΞΑΚΟΥΣΤΩΔΙΑΝΟΥ, ΙΑΜΒΛΙΧΟΥ, ΜΑΡΤΙΝΙΑΝΟΥ, ΔΙΟΝΥΣΙΟΥ, ΑΝΤΩΝΙΝΟΥ καὶ ΚΩΝΣΤΑΝΤΙΝΟΥ.
Τὸν ἑπτάριθμον τιμῶ χορὸν Μαρτύρων,
Δείξαντα ἀνάστασιν νεκρῶν τῷ Κόσμῳ.
Τῇ δὲ τετάρτῃ νεκροέγερτοι ξύνθανον ἑπτά.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν καὶ Μάρτυρος ΕΥΔΟΚΙΑΣ, καὶ τῆς ἀνακομιδῆς τῶν λειψάνων αὐτῆς.
Ὀσμή, τί τοῦτο; σῶμα τῆς Εὐδοκίας
Ἀθλητικῶν ἀπόζον ἥκει χαρίτων.
✥ Ὁ Ἅγιος Μάρτυς ΘΑΘΟΥΗΛ ἐν μηλέᾳ κρεμασθεὶς τελειοῦται.
Θνῆσκε κρεμασθείς, Θαθουήλ,
ἐν μηλέᾳ Ὡς ἂν τρυγήσῃς τῆς Ἐδὲμ μῆλα ξένα.
✥ Τὰ ἐγκαίνια τοῦ ἐν Κωνσταντινουπόλει περικαλλοῦς καὶ θείου Ναοῦ τῆς Βασιλικῆς Μονῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ τοῦ Παντοκράτορος.
Νόμον παλαιὸν ἐκπληροῦντες, Σωτήρ μου,
Ἐγκαινίοις τὴν Μονὴν καθιεροῦμεν.
ΣΗΜΕΙΩΣΙΣ: Περιττῶς ἀναφέρεται ἐνταῦθα παρὰ τοῖς Μηναίοις ἡ μνήμη καὶ τὸ Συναξάριον τῆς Ἁγίας Μάρτυρος Ἴας, διότι ταῦτα ἀναφέρονται κατὰ τὴν ια’ (11ην) Σεπτεμβρίου. (Βλέπε ἐν τόμῳ Θ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).