Μαΐου Ϛ’ (6η)

Τῇ Ϛ’ (6ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου, Δικαίου, Πολυάθλου καὶ Προφήτου ΙΩΒ.

Εἰ καὶ θανὼν ἄληστος ἀνδρείας πέτρα,
Καὶ πῶς, Ἰώβ, κρύψω σε τῇ λήθης πέτρᾳ;
Ἕκτῃ Ἰὼβ πολύτλαν θανάτου νέφος ἀμφεκάλυψεν.

Ἀκολουθία εἰς τὸν Δίκαιον Ἰὼβ ἀνέκδοτος εὑρίσκεται εἰς τοὺς Παρισινοὺς Κώδικας 13,1966, 1574, 1575, 1617, καὶ τοὺς Λαυρεωτικοὺς Δʹ 19, Δʹ 45, Θʹ 87, Ιʹ 70, καὶ εἰς Κώδικα τῶν Καυσοκαλυβίων τοῦ Ἁγίου Ὄρους. Εἰς τὸν Ἰὼβ τέσσαρα ἐγκώμια ἔπλεξεν ὁ θεῖος Χρυσόστομος, ὧν τὸ μὲν πρῶτον ἄρχεται οὕτως· «Ἧκεν ἡμῖν ἐνιαύσιος σήμερον ὁ τῆς οἰκουμένης ἀθλητής», τὸ δεύτερον· «Τὰ μεγάλα τῶν πραγμάτων μεγάλων δεῖται διηγημάτων», τὸ τρίτον· «Φέρε καὶ ἡμεῖς ἁψώμεθα τῆς ὑποθέσεως», τὸ δὲ τέταρτον· «Πανταχοῦ μὲν καὶ ἐπὶ πάντων, ὡς εἰπεῖν τῶν θείων διηγημάτων». Ταῦτα σῴζονται ἐν τῷ Εʹ (5ῳ) τόμῳ τῆς ἐν Ἐτόνῃ ἐκδόσεως καὶ 56ῳ τῆς ἐκδόσεως Migne, στίχοι ἀντιστοίχως 563, 567, 570 καὶ 576. Βλέπε περὶ τοῦ Δικαίου Ἰὼβ καὶ ἐν τῷ ὑφ’ ἡμῶν ἐκδοθέντι «Ἰωάννου τοῦ Χρυσοστόμου, Ἐκλογαὶ καὶ Ἀπανθίσματα», λόγοι ιγʹ, κβʹ, κ.λ.π.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ὅσιοι ΜΑΜΑΣ, ΠΑΧΩΜΙΟΣ καὶ ΙΛΑΡΙΩΝ ἐν εἰρήνῃ τελειοῦνται.

Ἱλαρίωνι καὶ Παχωμίῳ Μάμας
Συνεξεδήμει τὴν καλὴν ἐκδημίαν.

 

Ὁ Ἅγιος Μάρτυς ΔΗΜΗΤΡΙΩΝ τοξευόμενος τελειοῦται.

Βέλη τὰ τιτρώσκοντα σάρκα καιρίως,
Δημητρίων ἡγεῖτο βέλη νηπίων.

 

Οἱ Ἅγιοι Μάρτυρες ΔΑΝΑΞ, ΜΕΣΙΡΟΣ καὶ ΘΕΡΙΝΟΣ ξίφει τελειοῦνται.

Ἀμφοῖν Ἀθλητῶν ἐκκεκομμένων κάρας
Κεῖται Μέσιρος ἐν μέσῳ κάρας δίχα.

 

Ὁ Ἅγιος Μάρτυς ΔΟΝΑΤΟΣ τοξευόμενος τελειοῦται.

Ἄλλος ξένος τις ἥλιός μοι Δονᾶτος,
Σαρκὸς προΐσχων ἀκτίνων δίκην βέλη.

 

Ὁ Ἅγιος Μάρτυς ΒΑΡΒΑΡΟΣ ξίφει τελειοῦται.

Τὴν κλῆσιν ἡμῖν βάρβαρος σύ, γεννάδα,
Ὁ δ’ αὖ τεμών σε βάρβαρος τὴν καρδίαν.

 

Τελεῖται δὲ ἡ Σύναξις τῶν εἰρημένων Ἁγίων ἐν τῷ Μαρτυρίῳ αὐτῶν τῷ ἐν τῷ Δευτέρῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν ΣΕΡΑΦΕΙΜ, τοῦ ἐν τῷ ὄρει τοῦ Δομποῦ τῆς Λεβαδείας ἀσκήσαντος, ἐν εἰρήνῃ τελειωθέντος.

Λιπὼν Σεραφεὶμ τὸν κάτω καὶ τοῖς ἄνω
Φλογοφόροις σύνεστι Σεραφεὶμ χῶρον.

Ὁ Βίος καὶ ἡ Ἀκολουθία αὐτοῦ, συντεθεῖσα ὑπὸ τοῦ Ἐπισκόπου τότε Ταλαντίου καὶ μετέπειτα Μητροπολίτου Ἀθηνῶν Νεοφύτου Μεταξᾶ, ἐξεδόθησαν τύποις ἐν Αἰγίνῃ τῷ 1828 καὶ ἐν Ἀθήναις τῷ 1855 καὶ 1885. Ἐκ τούτων παραληφθεὶς παρατίθεται ἐνταῦθα ὁ Βίος αὐτοῦ ἐλαφρῶς διεσκευασμένος κατὰ τὴν φράσιν.

ΣΥΝΑΞΑΡΙΟΝ

   

 ΕΠΙΣΤΡΟΦΗ