✥ Τῇ ΛΑ’ (31ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΕΡΜΕΙΟΥ.
Βάπτεις σεαυτὸν κογχύλῃ, σῶν αἱμάτων.
Ἑρμεία τμηθείς, ὤ βαφῆς ἀνεκπλύτου!
Ἑρμείαν τριακοστῇ ἄορ κατέκτανε πρώτῃ.
Ἀκολουθία πλήρης τοῦ Ἁγίου τούτου Μάρτυρος Ἑρμεία, ἀνέκδοτος, εὕρηται εἰς τοὺς Λαυρεωτικοὺς Κώδικας Γʹ 19 καὶ Θʹ 87.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ τῷ Ἁγίῳ Ἑρμείᾳ κεράσας τὸ φάρμακον ΜΑΓΟΣ πιστεύσας τῷ Χριστῷ ξίφει τελειοῦται.
Γεύσει νοητοῦ φαρμάκου τοῦ σοῦ, Λόγε,
Πλάνην ἐμοῦντα φάρμακον κτείνει ξίφος.
✥ Οἱ Ἅγιοι Πέντε ΜΑΡΤΥΡΕΣ οἱ ἐν Ἀσκάλωνι κατὰ γῆς συρόμενοι τελειοῦνται.
Ἱμάτια πρίν, νῦν δὲ πεντὰς Κυρίῳ
Ἀνδρῶν συρέντων στρῶσις ἡπλώθη ξένη.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΕΥΣΕΒΙΟΣ καὶ ΧΑΡΑΛΑΜΠΗΣ πυρὶ τελειοῦνται.
Ζήλου πυρί φλεχθέντες ἀθληταὶ δύο,
Ἰλιγγιῶσιν οὐδαμῶς πρὸς πῦρ φλέγον.