Δεκεμβρίου Η’ (8η)

Τῇ Η’ (8ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΠΑΤΑΠΙΟΥ.

Φθαρτὸν λελοιπώς, Πατάπιε, γῆς πάτον,
Πατεῖς ὅπου πατοῦσι πρᾳέων πόδες.
Ὀγδοάτῃ, Πατάπιε, χλόης πέδον ἀμφεπάτησας.

Τὸν Βίον αὐτοῦ, Ἑλληνιστί, συνέγραψεν ὁ Μεταφραστὴς Συμεών, ἐστι δὲ αὐτοῦ ἡ ἀρχή· «Οὐ πολλοὺς Αἴγυπτος τίκτει, ἐπὰν δὲ τέκῃ, μέγαν τίκτει» (σῴζεται ἐν τῇ Λαύρᾳ, ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Τοῦτον μετήνεγκεν εἰς τὴν ἁπλῆν Ἑλληνικὴν ὁ Ἱερεὺς Ἀγάπιος ὁ Κρής, ἐκδώσας καὶ τύποις αὐτὸν ἐν τῷ «Ἐκλογίῳ», ἐξ οὗ παραληφθεὶς ὑφ’ ἡμῶν καταχωρίζεται ἐνταῦθα διεσκευασμένος κατὰ τὴν φράσιν. Ἐγκώμιον εἰς τὸν Ἅγιον «τὸν Βίον δηλοῦν τοῦ μακαρίου Παταπίου τέλειον», ἔχει καὶ ὁ Ἅγιος Ἀνδρέας ὁ Κρήτης, οὗ ἡ ἀρχή· «Πάντα πιστεύειν ἄξιον τὰ ὄντως θεῖα καὶ ἀνθρώπου συμφέροντα. Ὁ αὐτὸς ἔχει καὶ Λόγον εἰς τὸν μακάριον Πατάπιον, οὗ ἡ ἀρχή· «Ὡς λαμπρὰν καὶ πνευματικὴν ὁρῶ τὴν πανήγυριν». Ἐν τούτῳ περιέχεται καὶ μερικὴ τῶν θαυμάτων τοῦ Ὁσίου διήγησις. Πάντα τὰ ἀνωτέρω ἤτοι ὁ Βίος ἐν κειμένῳ καὶ μεταφράσει, ὁ Λόγος καὶ τὸ Ἐγκώμιον τοῦ Ἁγίου Ἀνδρέου Κρήτης. Παρακλητικὸς Κανὼν εἰς τὸν Ἅγιον καὶ ἄλλαι τινὲς πληροφορίαι σχετικαὶ μὲ τὴν ἐν τῷ Ἀσκητηρίῳ τῶν Γερανίων εὕρεσιν τοῦ Ἁγίου Λειψάνου τοῦ Ὁσίου Παταπίου ἐξεδόθησαν εἰς ἰδιαίτερον τεῦχος ὑπὸ τὸν τίτλον «Προσκυνητάριον τῆς ἐν Γερανίοις ὄρεσι, παρὰ τὸ Λουτράκιον Κορινθίας, Μονῆς τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παταπίου τοῦ ἐν τῷ Ξηρῷ Ὄρει ἀσκήσαντος, οὗτινος τὸ σκήνωμα τεθησαύρισται ἐν τῇ Μονῇ ταύτῃ· συντεθὲν χάριν τῶν προσκυνητῶν ἐπιμελείᾳ τοῦ ἐλαχίστου Σπυρίδωνος Καψάσκη Μουσουργοῦ, Ἀθῆναι 1964». Βλέπε σχετικῶς καὶ ἐν ὑποσημ. τῶν σελ. 246-248.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων ἓξ Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα ΣΩΣΘΕΝΟΥΣ, ΑΠΟΛΛΩ, ΚΗΦΑ, ΤΥΧΙΚΟΥ, ΚΑΙΣΑΡΟΣ καὶ ΕΠΑΦΡΟΔΙΤΟΥ.

Εἰς τὸν Σωσθένη·

Ὁ Σωσθένης φέρων σε, Χριστέ μου, σθένος,
Ἔσωσε πολλοὺς ἐνδύσας αὐτοὺς σθένος.

Εἰς τὸν Ἀπολλώ·

Ἔχων Ἀπολλὼς σὺν Χάριτι καὶ λόγον,
Ἔπεισε πολλοὺς τὸν Θεὸν σέβειν Λόγον.

Εἰς τὸν Κηφᾶν·

Ἔσπευδε Κηφᾶς ἐκμιμεῖσθαι τὸν Πέτρον,
Ὡς ἂν φανῇ τὴν κλῆσιν ἔργοις εἰσφέρων.

Εἰς τὸν Τυχικὸν·

Μὴ τὸν τυχόντα Τυχικὸν τοῦτον νόει,
Οὗτος γὰρ εἷς πέφυκε τῶν Ἀποστόλων.

Εἰς τὸν Ἐπαφρόδιτον·

Ἐπαφρόδιτος δεξιῶν ἔργων φύλαξ,
Ἐκ δεξιῶν σε Πατρὸς βλέπει, Λόγε.

Εἰς τὸν Καίσαρα·

Ὄντως ἐβασίλευσεν ἐμφρόνως,
Χριστῷ Βασιλεῖ τὰς ψυχὰς συνεισφέρων.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΣΩΦΡΟΝΙΟΥ Ἐπισκόπου Κύπρου.

Ὁ Σωφρόνιος ὄμματα κλείσας κάτω,
Ἤνοιξεν ἄνω εἰς Θεοῦ θεωρίαν.

ΣΥΝΑΞΑΡΙΟΝ

    

ΕΠΙΣΤΡΟΦΗ