Ἰουλίου Ζ’ (7η)

Τῇ Ζ’ (7ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ἐν θαύμασι μεγίστου ΘΩΜΑ τοῦ ἐν τῷ Μαλεῷ.

Διεὶς πτέρυγας, εἶπεν ἂν Μωσῆς, πάτερ,
Ὡς ἀετός τις ἐξανέπτης πρὸς Πόλον.
Ἑβδομάτῃ Θωμᾶν θάνατος μέλας ἔμφρονα εἷλεν.

Τινὲς λέγουσιν, ὅτι ὁ Μαλεὸς εἶναι τὸ ἐν τῇ Μάνῃ τῆς Πελοποννήσου ἀκρωτήριον ὀνομαζόμενον Μαλέας, ἄλλοι δὲ ὅτι εἶναι τὸ ἐν τῇ Μιτυλήνῃ Μολία καὶ Μαλέα καλούμενον. Ἄδηλον ὅμως τοῦτο, καθ’ ὅτι ταῦτα μὲν εἶναι ἀκρωτήρια, ὁ δὲ Μαλεός, εἰς τὸν ὁποῖον ἠσκήτευεν ὁ Ὅσιος, ἦτο ὄρος. Ἀλλὰ καὶ τὸ ἐν Πελοποννήσῳ ἀκρωτήριον τοῦ Μαλέα ἔχει ὕπερθεν αὐτοῦ ὄρος ὑψηλὸν ἐπὶ τοῦ ὁποίου εὑρίσκεται Μοναστήριον, καὶ ἴσως εἰς αὐτὸ ἡσύχαζεν ὁ Ὅσιος Θωμᾶς.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος ΚΥΡΙΑΚΗΣ.

Κυριακὴ θανοῦσα τὴν τιμὴν φθάνει
Προαιρέσει, πλὴν καὶ τελειοῦται ξίφει.

Ὁ βίος αὐτῆς ἐλήφθη ἐκ τοῦ «Νέου Θησαυροῦ», καταχωρεῖται δὲ ἐνταῦθα διεσκευασμένος κατὰ τὸ λεκτικόν. Τὴν δὲ ᾀσματικὴν Ἀκολουθίαν αὐτῆς συνεπλήρωσεν ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης, ὅστις καὶ Κανόνα δεύτερον ἐποίησεν εἰς τὴν Ἁγίαν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος Ἱερομάρτυς ΕΥΣΤΑΘΙΟΣ πυρὶ τελειοῦται.

Πρὸς εὐστάθειαν καρδίας Εὐσταθίου
Καὶ πῦρ συρίζον ἠρεμοῦν ὤφθη ὕδωρ.

 

Ὁ Ἅγιος ΠΟΛΥΚΑΡΠΟΣ ὁ Νέος μαχαίρᾳ τελειοῦται.

Οὕτως ὄναιο σῶν, σφαγεῦ, θελημάτων,
Σφάττειν τάχει μὴ τὸν Πολύκαρπον θέλων.

 

Ὁ Ἅγιος Μάρτυς ΕΥΑΓΓΕΛΟΣ ξίφει τελειοῦται.

Εὐάγγελος τὸ θεῖον ἐκ ξίφους τέλος,
Εὐαγγελισμὸν εἶχε τοῦ θείου στέφους.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΠΕΡΕΓΡΙΝΟΥ καὶ τῶν σὺν αὐτῷ ΛΟΥΚΙΑΝΟΥ, ΠΟΜΠΗΪΟΥ, ΗΣΥΧΙΟΥ, ΠΑΠΠΙΟΥ, ΣΑΤΟΡΝΙΝΟΥ καὶ ΓΕΡΜΑΝΟΥ.

Σὺν ἓξ κατῆλθεν εἰς βυθὸν Περεγρῖνος,
Ἀθλήσεως ἐκεῖθεν ἀγρεύσων στέφος.

ΣΥΝΑΞΑΡΙΟΝ

   

ΕΠΙΣΤΡΟΦΗ