Ἰουνίου ΙΒ’ (12η)

Τῇ ΙΒ’ (12ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΟΝΟΥΦΡΙΟΥ τοῦ Αἰγυπτίου.

Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ,
Ὑπερβέβηκας γυμνητεύσας εἰς τέλος.
Δωδεκάτῃ ἀχίτωνα Ὀνούφριον ἐκ βίου ἦραν.

<Ὁ ἑλληνικὸς βίος τούτου σῴζεται ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων, καὶ ἐν ἄλλαις, οὗ ἡ ἀρχή· «Μνήμη δικαίων καὶ τῆς ἀρίστης αὑτῶν διηγήσεως». Εὕρηται δὲ καὶ ἕτερος βίος τοῦ Ἁγίου ἐν τῇ τοῦ Βατοπεδίου, Ἰβήρων τε καὶ Ρώσων, συγγραφεὶς παρὰ Νικολάου Μοναχοῦ καὶ Πρεσβυτέρου Σιναΐτου, οὗ ἡ ἀρχή· «Ἀρετῆς ἔπαινος κέντρον τοῖς φιλαρέτοις εἰς ἀρετήν», ἔχει δὲ ἑλληνισμὸ ἄριστον. Ὁ ἐνταῦθα καταχωρούμενος βίος μεταφρασθεὶς ὑπὸ τοῦ Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου ἐλήφθη ἐκ τοῦ Ἐκλογίου. Πλήρη καὶ πανηγυρικὴν ἀκολουθίαν τῶν Ὁσίων Ὀνουφρίου καὶ Πέτρου τοῦ Ἀθωνίτου συνέταξεν ὁ Γεράσιμος Μικραγιαννανίτης, ἥτις ἐξεδόθη ὑπὸ Σ. Σχοινᾶ ἐν Βόλῳ.<

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν ΠΕΤΡΟΥ τοῦ ἐν τῷ Ἁγίῳ ὄρει τοῦ Ἄθω ἀσκήσαντος.

Καί σοι προτείνει δεξιὰν Χριστός, Πέτρε,
Σωθέντι γυμνῷ ἐκ θαλάσσης τοῦ βίου.

Ὁ Ἑλληνικὸς βίος αὐτοῦ συνεγράφη ὑπὸ τοῦ Ἁγίου Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ, ἄρχεται δὲ οὕτω· «Οὐ δίκαιόν ἐστιν ὥς γε μοι δοκῶ». Οὗτος σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν αὐτῇ δὲ σῴζεται καὶ ἕτερός τις, ὅστις εὑρίσκεται ἁπλοῦς εἰς τὸν Ἐφραίμ. Οὗτος ἑλληνικὸς σῴζεται καὶ ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις, ἔστι δὲ αὐτοῦ ἡ ἀρχή· «Τὸ τοὺς τῶν Ἁγίων βίους καὶ τὴν αὐτῶν θεοφιλῆ». (Βλέπε καὶ κοινὰ Ἀπολυτίκια κ.λ.π. σελ. 128-130).

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία Μάρτυς ΑΝΤΩΝΙΝΑ ἐν θαλάσσῃ βληθεῖσα τελειοῦται.

Θάλαμος ἡ θάλασσα νυμφικὸς γίνῃ,
Ἀντωνῖναν κρύπτουσα νύμφην Κυρίου.

ΑΝΤΩΝΙΝΑ ἡ μάρτυς κατήγετο ἀπὸ τὴν πόλιν τῆς ἐν Βιθυνίᾳ Νικαίας. Κατὰ τοὺς χρόνους Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων καὶ Πρισκιλλιανοῦ ἄρχοντος ἐν ἔτει τβ’ (302) ὁδηγηθεῖσα ἔμπροσθεν τοῦ ἄρχοντος διὰ τὴν εἰς Χριστὸν πίστιν καὶ ὁμολογίαν, ἐδάρη εἰς τοὺς μαστούς. Καὶ τότε μὲν ἐβλήθη εἰς τὴν φυλακήν, ἔπειτα δὲ πάλιν προσήχθη ἔμπροσθεν τοῦ ἄρχοντος, καὶ κρεμασθεῖσα εἰς ἓν ξύλον κατακαίεται εἰς τὰς πλευρὰς καὶ ἁπλώνεται ἐπάνω εἰς πυρωμένην ἐσχάραν. Ὕστερον δὲ διεπέρασαν μὲ σούβλας πυρωμένας τὰς χεῖρας της, ἀπὸ τὰς ὁποίας ἐξεχύθη μία εὐωδία γλυκυτάτη ὡς ἀπὸ στύρακα. Μετὰ ταῦτα διεπέρασαν παρομοίως μὲ σουβλία πυρωμένα τοὺς ἀστραγάλους της, καὶ πάλιν ἔβαλαν αὐτὴν εἰς τὴν φυλακήν. Ἐκεῖ δὲ ἔμεινε ταλαιπωρουμένη χρόνους ὁλοκλήρους δύο· ἔπειτα ἐξήγαγον αὐτὴν ἀπὸ τὴν φυλακὴν καὶ τὴν ἔρριψαν εἰς τὴν θάλασσαν, καὶ οὕτως ἔλαβεν ἡ μακαρία τὸν τοῦ μαρτυρίου ἀμάραντον στέφανον.

 

Ὁ Ὅσιος ΙΟΥΛΙΑΝΟΣ ὁ ἐν τοῖς Δαγάζου ἐν εἰρήνῃ τελειοῦται.

Ἰουλιανὸς θάπτεται πατὴρ μέγας,
Τάφον τὸν οὐδὸν ἡμερῶν πλήρης φθάσας.

 

Ὁ Ὅσιος ΖΗΝΩΝ ἐν εἰρήνῃ τελειοῦται.

Θεῷ σύνεστιν, ὥσπερ ἤλπιζε Ζήνων.
Τὸ τῆς Γραφῆς γάρ, ἐλπὶς οὐ καταισχύνει.

 

Ὁ Ἅγιος ΤΡΙΦΥΛΛΙΟΣ, ὁ Ἐπίσκοπος Λευκωσίας τῆς Κύπρου, ἐν εἰρήνῃ τελειοῦται.

Ἕστηκε Τριφύλλιος, Ὑψίστου πέλας,
Ὁρῶν τὸ τριτόπρωτον Ὑψίστου σέλας.

 

Μνήμη τοῦ Ἁγίου ΙΩΑΝΝΟΥ τοῦ στρατιώτου.

Ὁ στρατιώτης νῦν χορεύει ἐν πόλῳ
Ὅπου στρατιαὶ Ἀγγέλων, Ἰωάννης.

 

Τοῦ Ὁσίου πατρὸς ἡμῶν ΑΡΣΕΝΙΟΥ Κονεζίας τοῦ θαυματουργοῦ Ρώσου.

   

ΕΠΙΣΤΡΟΦΗ