Ἰουνίου Γ’ (3η)

 Τῇ Γ’ (3ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΛΟΥΚΙΛΛΙΑΝΟΥ καὶ τῶν σὺν αὐτῷ τεσσάρων νηπίων ΚΛΑΥΔΙΟΥ, ΥΠΑΤΙΟΥ, ΔΙΟΝΥΣΙΟΥ, ΠΑΥΛΟΥ καὶ ΠΑΥΛΗΣ τῆς παρθένου καὶ Μάρτυρος.

Εἰς τὸν Λουκιλλιανόν·

Λουκιλλιανῷ πήγνυται Σταυρὸς κάτω,
Οὐχ ὡς ὁ Χριστοῦ καὶ τίτλον φέρων ἄνω.

Εἰς τὰ νήπια·

Τοὺς παιδαρίσκους ὧν ἀριθμὸς δὶς δύω,
Θεοῦ πατρὸς τίθησιν υἱοὺς ἡ σπάθη.

Εἰς τὴν Παῦλαν·

Οὐκ ἄξια πρὸς μέλλον, ὡς Παῦλος κλέος,
Τὰ νῦν πάθη φάσκουσα, τέμνεται Παῦλα.
Σταυρῷ ἀμφὶ τρίτην Λουκιλλιανὸς τετάνυστο.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Οσίου πατρὸς ἡμῶν ΑΘΑΝΑΣΙΟΥ τοῦ θαυματουργοῦ.

Ἀθανασίῳ ἀθανασίας στέφος
Ὁσιότης τε καὶ τὰ θαύματα πέλει.

ΣΥΝΑΞΑΡΙΟΝ

  

 Ἡ Ὁσία ΙΕΡΙΑ ἐν εἰρήνῃ τελειοῦται.

Οὖσα φρονουσῶν τοῦ μέρους Ἱερία
Νυμφῶνος οὐκ ἔμεινεν ἔξω Κυρίου.

Εἰς τὴν Ὁσίαν ταύτην ἐποίησε πανηγυρικὴν ἀκολουθίαν ὁ γνωστὸς τῆς Ἐκκλησίας ὑμνογράφος Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης.

 

Ὁ Ὅσιος ΠΑΠΠΟΣ ἐν εἰρήνῃ τελειοῦται.

Τέθνηκε Πάππος οὐχὶ πάππος ἐγγόνων
Πατὴρ δὲ μᾶλλον ἀρετῶν θυγατέρων.

   

ΕΠΙΣΤΡΟΦΗ