Αὐγούστου Η’ (8η)

Τῇ Η’ (8ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΑΙΜΙΛΙΑΝΟΥ Ἐπισκόπου Κυζίκου τοῦ Ὁμολογητοῦ.

Ψυχῆς πολὺν θεὶς Αἰμιλιανὸς λόγον,
Τῆς σαρκὸς ἠλόγησεν ἄχρι τοῦ τέλους.
Ὀγδόη Αἰμιλιανοῦ ὀστέα δέξατ’ ἄρουρα.

ΑΙΜΙΛΙΑΝΟΣ ὁ Ἅγιος Ἐπίσκοπος Κυζίκου ὑπέμεινε πολλὰς κακοπαθείας καὶ ἐξορίας καὶ θλίψεις διὰ τὴν προσκύνησιν τῶν ἁγίων Εἰκόνων ὑπὸ τοῦ θηριωνύμου Λέοντος (ἴσως τοῦ Ἀρμενίου) ἐν ἔτει ωιγ’ (813). Τελειώσας δὲ τὴν ζωήν του ἐν μέσῳ τῶν τοιούτων κακοπαθειῶν, ἔλαβε παρὰ Κυρίου τὸν τῆς ὁμολογίας ἄφθαρτον στέφανον.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου ΜΥΡΩΝΟΣ Ἐπισκόπου Κρήτης τοῦ θαυματουργοῦ.

Μύρων ὁ θεῖος, ἀρετῆς μύρου πνέων,
Εὐωδίας πρόσεισιν ὀσμὴ Κυρίῳ.

Εἰς τὸν Ἅγιον τοῦτον Μύρωνα Παρακλητικὸν κανόνα ἐποίησεν ὁ Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΘΕΟΔΟΣΙΟΥ Ἡγουμένου Ὀρόβων.

Θεοῦ δόσις δέδειξαι, μάκαρ, τῷ βίῳ
Τὴν κλῆσιν εὑρὼν τοῖς τρόποις συνήγορον.

ΘΕΟΔΟΣΙΟΣ ὁ Ὅσιος πατὴρ ἡμῶν ἐκ νεαρᾶς ἡλικίας ἔλαβεν ἐπὶ τῶν ὤμων του τὸν Σταυρὸν τοῦ Κυρίου, καὶ προέκρινε νὰ κατοικῇ εἰς τὰ ὄρη, τὰ σπήλαια καὶ τοὺς δρυμῶνας· διὸ τελειωθεὶς ἐν εἰρήνῃ προσεφέρθη εἰς τὸν Θεὸν ὡς πολύτιμον μύρον, καὶ ὡς θυμίαμα δεκτὸν καὶ εὐωδέστατον.

 

Μνήμη τῶν Ἁγίων Μαρτύρων ΕΛΕΥΘΕΡΙΟΥ, ΛΕΩΝΙΔΟΥ, καὶ τῶν Ἁγίων ΝΗΠΙΩΝ, τῶν διὰ πυρὸς τελειωθέντων. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ οἴκῳ τῆς Ἁγίας Εἰρήνης πέραν ἐν Ἰουστινιαναῖς.

Ἀμφοῖν ἀθλητῶν οὐ θυόντων τῇ πλάνῃ,
Ποινὴν κατακρίνουσιν οἱ πλάνοι φλόγα.

 

Οἱ Ἅγιοι Δέκα ΟΣΙΟΙ καὶ ΑΣΚΗΤΑΙ οἱ ἐξ Αἰγύπτου ἐν εἰρήνῃ τελειοῦνται.

Βλαστήματα θνῄσκουσιν Αἰγύπτου δέκα,
Πληγαῖς ἐκείνης ἰσάριθμοι ταῖς δέκα.

 

Οἱ Ἅγιοι Δύο ΜΑΡΤΥΡΕΣ οἱ ἐκ Τύρου, κατὰ γῆς συρόμενοι, τελειοῦνται.

Ζεῦγος τρίβει γῆν, οὗ ρυμὸς [1] Θεοῦ φόβος,
Ζεύγλη δὲ πίστις, καὶ τροχοὶ προθυμία.

 

Ὁ Ἅγιος Μάρτυς ΣΤΥΡΑΚΙΟΣ ξίφει τελειοῦται.

Ἀνῆκε τμηθεὶς ὁ Στυράκιος ξίφει,
Ὀσμὴν νοητὴν ὡς νοητός τις στύραξ.

 

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνάμνησις τῶν ἐγκαινίων τῶν Ἁγίων Ἀποστόλων ΠΕΤΡΟΥ καὶ ΠΑΥΛΟΥ, ἐν τῷ περιτειχίῳ τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου, ἔνδον τοῦ σεπτοῦ οἴκου τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Μαρνακίου· καὶ τοῦ Ὁσίου ΚΑΣΣΙΑΝΟΥ. Καὶ ἡ ἀνάμνησις, ὅτε ἐγένετο ἡ τοῦ ἡλίου ἔκλειψις ἀπὸ ἕκτης ὥρας ἕως ἐνάτης, ὥστε καὶ τοὺς ἀστέρας φανῆναι, ἐν ἔτει ἀπὸ κτίσεως Κόσμου ἑξακισχιλιοστῷ τριακοσιοστῷ ἐνενηκοστῷ ἐνάτῳ, ἡλίου ἔχοντος κύκλους πεντεκαίδεκα, καὶ σελήνης κύκλους τοὺς αὐτούς, Ἰνδικτιῶνος ἐνάτης ἐπὶ τῆς βασιλείας Λέοντος τοῦ σοφοῦ καὶ Ἀλεξάνδρου τοῦ ἀδελφοῦ αὐτοῦ, τῶν εὐσεβῶν καὶ φιλοχρίστων βασιλέων.

Εἰς τὰ Ἐγκαίνια·

Ἐκκλησίας στήριγμα Πέτρε καὶ Παῦλε,
Ναὸν ἀνατίθεμεν ὑμῖν ἐν δόξῃ.

Εἰς τὸν Ὅσιον Κασσιανόν·

Κασσίας θείας τὴν ὀσμὴν ἀποπνέων,
Κασσιανέ, ὤφθης Χριστοῦ εὐωδία.

Εἰς τὴν ἔκλειψιν ἡλίου·

Ἐκλείψει ἡλίου αἰσθητοῦ, Οἰκτίρμον
Ἥλιε Χριστέ, σῷ φωτὶ ἡμᾶς σῴζεις.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος ΤΡΙΑΝΤΑΦΥΛΛΟΥ τοῦ ἐκ Ζαγορᾶς μὲν τῆς Μαγνησίας καταγο- μένου, ἐν Κωνσταντινουπόλει δὲ μαρτυρήσαντος κατὰ τὸ ἔτος ͵αχπ’ (1680).

Τριαντάφυλλος ὡράθη ρόδον νέον,
Ἐρυθροβαφὲν τῇ ροῇ τῶν αἱμάτων.
Ὀγδοάτῃ Τριανταφύλλοιο ἄλκιμον δειρὴν κέρσαν.

Περὶ τούτου μνείαν ποιεῖται ἐν ταῖς ἐφημερίσιν αὐτοῦ Ἰωάννης ὁ Καρυοφύλλης, ἀναφέρει δὲ καὶ τὸ «Νέον Μαρτυρολόγιον». Εἰς τὸν Ἅγιον Νεομάρτυρα Τριαντάφυλλον Ἀκολουθίαν πλήρη μετὰ Παρακλητικοῦ Κανόνος καὶ 24 Οἴκων συνέταξεν ὁ Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας Μοναχὸς Γεράσιμος Μικραγιαννανίτης, ἅτινα ἐξεδόθησαν ἐν Βόλῳ ὑπὸ Σ. Σχοινᾶ.

ΣΥΝΑΞΑΡΙΟΝ
ΛΟΓΟΣ

   

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς ΑΝΑΣΤΑΣΙΟΣ ὁ ἐκ Μακεδονιας ὁ ἐν Θεσσαλονίκῃ μαρτυρήσας ἐν ἔτει ͵αψϟδ’ (1794), βασάνους ὑποστὰς τελειοῦται.

Ἀναστάσιος σῶμα δοὺς ταῖς βασάνοις,
Ἐφεῦρε λῆξιν τὴν ἀνώδυνον πάνυ.

Τὸ Μαρτύριον αὐτοῦ ἐλήφθη ἐκ τοῦ «Νέου Μαρτυρολογίου», διεσκευάσθη δὲ φραστικῶς.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τοῦ Ὁσίου ΓΡΗΓΟΡΙΟΥ ζωγράφου τοῦ ἐν τῷ σπηλαίῳ Ρώσου.

    

ΕΠΙΣΤΡΟΦΗ

     

Ὑποσημειώσεις

[1] Ρυμὸς εἶναι τὸ ἐν τῷ μέσῳ τῆς ἁμάξης κείμενον κατὰ μῆκος ξύλον, ἤτοι τὸ κρεμάμενον ἐκ τοῦ ζυγοῦ ὀρθὸν ξύλον καὶ εἰς ὀξὺ λῆγον· ἐν ἄλλοις δὲ γράφεται ρυθμὸς οὐχὶ ὀρθῶς.