✥ Τῇ Κ’ (20ῇ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΜΕΘΟΔΙΟΥ Ἐπισκόπου Πατάρων.
Μέθοδον Μεθόδιος βίου πρὸς βίον,
Μεθεὶς ὁδεύει, οὗ μέθοδος οὐ πέλει.
Εἰκάδι ἀρχιθύτην Μεθόδιον ἄορ κατέπεφνεν.
✥ Ἡ κατάθεσις τῶν λειψάνων καὶ περιβολαίων τῶν Ἁγίων Ἀποστόλων ΛΟΥΚΑ, ΑΝΔΡΕΟΥ καὶ ΘΩΜΑ, τοῦ προφήτου ΕΛΙΣΣΑΙΟΥ καὶ τοῦ μάρτυρος ΛΑΖΑΡΟΥ, ἅτινα κατετέθησαν ἐν τῷ Ναῷ τῶν Ἁγίων Ἀποστόλων τῶν μεγάλων.
Λουκᾶ, Ἀνδρέου καὶ Θωμᾶ τοῖς λειψάνοις
Αἶνον προσᾴδω πιστῶς κατατεθεῖσι.
Εἰς τὸν Ἐλισσαῖον καὶ Λάζαρον·
Ἐλισσαίου καὶ Μάρτυρος Λαζάρου
τιμῶ τὰ σκήνη τὰ καθηγιασμένα.
✥ Οἱ ἐν ἐρήμῳ Δύο Ἅγιοι ἀσκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.
Ἀνιπτόσαρκοι καὶ χαμαιεῦναι δύο
Ψυχὰς πλύναντες, ὕψος ᾤκησαν πόλου.
✥ Ὁ Ὅσιος πατὴρ ἡμῶν ΚΑΛΛΙΣΤΟΣ, ὁ Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ ἐκοιμήθη.
Κάλλη παρελθὼν φθαρτά, Κάλλιστ’ εὐθύφρον,
Κάλλη βλέπεις νῦν, ἃ φθαρῆναι οὐκ ἔνι [1].
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας τῆς ἐπονομαζομένης ΟΔΗΓΗΤΡΙΑΣ.
Ἰθύνειν ἡμᾶς καὶ ὁδηγεῖν τοῖς κρείττω
Δυσωπήθητι τοῖς οἰκτιρμοῖς σου, Κόρη.
Ὑποσημειώσεις
[1] Οὖτος ὁ ἅγιος Κάλλιστος πρότερον ἐνασκούμενος ἐν τῇ κατὰ τὸ Ὄρος Ἄθω σκήτῃ τοῦ Μαγουλᾶ, ὕστερον ἀπὸ τῆς ἀσκητικῆς παλαίστρας ἀνέβη εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως, ἐπὶ Ἰωάννου Κατακουζηνοῦ καὶ Ἰωάννου τοῦ Παλαιολόγου, ἐν ἔτει ͵ατνʹ (1350) μετὰ τὸν Πατριάρχην Ἰσίδωρον. Οὗτος ἦτο ἐν ἀρεταῖς διαβεβοημένος, ὡς μαρτυρεῖ ὁ Κατακουζηνός (βιβλ. δʹ κεφ. γʹ) πατριαρχεύσας δὲ ἔτη δύο παρεχώρησε τὸν θρόνον εἰς τοὺς βουλομένους, καὶ ἀπελθὼν εἰς τὴν ἰδικήν του Μονὴν τὴν τιμωμένην ἐπ’ ὀνόματι τοῦ Ἁγίου Μάμαντος, ἡσύχασεν ἐκεῖ, κατὰ τὸν αὐτὸν Κατακουζηνόν, ἔγινε δὲ ἀντ’ αὐτοῦ Πατριάρχης ὁ Φιλόθεος. Ἀφοῦ δὲ ὁ Κατακουζηνὸς προετίμησε τὴν μοναχικὴν ζωήν, καὶ ἔγινε βασιλεὺς Ἰωάννης ὁ Παλαιολόγος, τότε καὶ ὁ Κάλλιστος ἐλθὼν ἀπὸ Τενέδου (ὅπου εἶχεν ὑπάγει) ἔγινε τὸ δεύτερον Πατριάρχης.
Ὕστερον ἀποσταλεὶς πρέσβυς παρὰ τοῦ βασιλέως εἰς τὰς Φέρας πρὸς Ἐλισάβετ, τὴν γυναῖκα τοῦ Κράλη τῆς Σερβίας, ἐν ἔτει ͵ατξηʹ (1368), βαρέως δὲ ἐκεῖ ἀσθενήσας, ἐτελεύτησε τῇ εἰκοστῇ Ἰουνίου, καὶ ἐτάφη μεγαλοπρεπῶς ὑπὸ τῆς Ἐλισάβετ ἐν τῇ τῶν Φερῶν Μητροπόλει (Μελέτιος, τόμ. γʹ σελ. 203). Φεραὶ δὲ ἦτο πόλις τῆς ἐν Θετταλίᾳ Μαγνησίας, ἥτις κοινῶς τώρα λέγεται Βελεστῖνον, ὡς λέγει ὁ Μελέτιος ἄλλοι δὲ λέγουσιν, ὅτι ἡ πόλις Φεραὶ ἦτο κατὰ τὴν Σερβίαν. Οὗτος ὁ Κάλλιστος φαίνεται ὅτι εἶναι ὁ μαθητὴς Γρηγορίου τοῦ Σιναΐτου, ὁ γράψας καὶ τὸν βίον ἐκείνου, καὶ οὐχὶ ὁ Ξανθόπουλος, καθότι ἐκεῖνος ἦτο μεταγενέστερος. (Βλέπε ἐν τόμῳ ΙΑʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας», τῇ κβʹ (22ᾳ) τοῦ μηνὸς Νοεμβρίου). Οὗτος ἀποσταλεὶς εἰς τὰς Φεράς, ὡς εἴρηται, διῆλθε διὰ τοῦ Ἁγίου Ὄρους καὶ ἀνταμώσας τὸν Καυσοκαλύβην Μάξιμον, τὸν ἤκουσε νὰ εἴπῃ περὶ αὐτοῦ τὴν ἀστείαν ταύτην πρόρρησιν «Οὗτος ὁ γέρων τὴν γραῖαν του (ἤτοι τὴν Κωνσταντινούπολιν) ἔχασε» καὶ ἀπερχομένου, ἔψαλλεν ὄπισθεν αὐτοῦ τὸ ἐπιτάφιον τοῦτο· «Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ» ὡς καὶ ἐν τῷ βίῳ τοῦ αὐτοῦ Μαξίμου ὁρᾶται. (Βλέπε ἐν τόμῳ Αʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας», τῇ ιγʹ (13ῃ) τοῦ μηνὸς Ἰανουαρίου).