© 2026 Ἐκδόσεις Συναξαριστὴς
Created by Attenzo

Ἰουνίου ΙΓ’ (13η)

✥ Τῇ ΙΓ’ (13ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Μάρτυρος ΑΚΥΛΙΝΗΣ.

Τὸν παστὸν εὐτρέπιζε λαμπρόν, Νυμφίε,
Ἀκυλῖνα σοι τέμνεται νύμφη νέα.
Ἀμφὶ τρίτην δεκάτην κεφαλὴν τμήθη Ἀκυλῖνα.

ΣΥΝΑΞΑΡΙΟΝ

  

✥ Μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν ΑΝΝΗΣ καὶ τοῦ υἱοῦ αὐτῆς ΙΩΑΝΝΟΥ.

Μήτηρ καὶ υἱός, Ἄννα καὶ Ἰωάννης,
ὤφθησαν ἄμφω οὐρανοῦ οἰκήτορες.

 

✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου ΙΑΚΩΒΟΥ τοῦ ἐξ ἀπάτης τὸν ἀντίχριστον, ἤτοι τὸν διάβολον, προσκυνήσαντος.

Οἰήσεως οὐκ ἔστι τι χεῖρον πάθος,
Ταύτῃ γὰρ Ἰάκωβον ἐχθρὸς ἠπάτα.

ΣΥΝΑΞΑΡΙΟΝ

   

✥ Ὁ Ἅγιος ΑΝΤΙΠΑΤΡΟΣ Ἐπίσκοπος Βόστρων ἐν εἰρήνῃ τελειοῦται.

Τὸν Ἀντίπατρον πλούσιον, Σῶτερ, δέχει,
Τῶν ἀρετῶν φέροντα κορβανᾶν μέγαν.

   

✥ Ὁ Ἅγιος ΕΥΛΟΓΙΟΣ Πατριάρχης Ἀντιοχείας ἐν εἰρήνῃ τελειοῦται.

Τὴν Βασιλείαν κλῆρον εὗρε τὴν ἄνω,
Σὺν Πατρὸς Εὐλόγιος εὐλογημένοις.

   

✥ Οἱ Ἅγιοι ΜΥΡΙΟΙ Μάρτυρες ξίφει τελειοῦνται.

Νικᾷ πεσοῦσα μυριὰς διὰ ξίφους,
Πίπτουσα καὶ γὰρ ἡ Θεοῦ νικᾷ φάλαγξ.

   

✥ Ὁ Ἅγιος Μάρτυς ΔΙΟΔΩΡΟΣ ὁ ἐξ Ἐμέσης σταυρωθεὶς τελειοῦται.

Ἀνῆλθε Διόδωρος εἰς Σταυροῦ ξύλον,
Τιμῶν Ἰησοῦν, οὗ πάθος Σταυροῦ ξύλον.

   

ΕΠΙΣΤΡΟΦΗ