✥ Τῇ ΙΗ’ (18ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΣΕΒΑΣΤΙΑΝΟΥ καὶ τῶν σὺν αὐτῷ.
Σεβαστιανὸς τῶν πλάνης σεβασμάτων,
Καταφρονήσας τύπτεται τὸ σαρκίον.
Ὀγδοάτῃ δεκάτῃ Σεβαστιανὸς ροπαλίσθη.
Ἡ Ἁγία Μάρτυς ΖΩΗ καπνῷ δυσώδει τελειοῦται.
Ζωὴ πρὸς ὕψος ἐκ κεφαλῆς ἠρμένη,
Καπνῷ δυσώδει λαμβάνει ζωῆς τέλος.
Ὁ Ἅγιος Μάρτυς ΤΡΑΓΚΥΛΙΝΟΣ λιθοβοληθεὶς τελειοῦται.
Ναί, ναί, βάλλετε σφοδρῶς με συχνοῖς τοῖς λίθοις,
Ἐκ καρδίας ἔκραζεν ὁ Τραγκυλῖνος.
Ὁ Ἅγιος Μάρτυς ΚΛΑΥΔΙΟΣ ἐν τῷ βυθῷ τελειοῦται.
Καὶ τοὺς περὶ Κλαύδιον ᾧδε τακτέον,
οὓς κἂν βυθὸς συνέσχεν, οὐρανὸς φέρει.
Ὁ Ἅγιος Μάρτυς ΤΙΒΟΥΡΤΙΟΣ ξίφει τελειοῦται.
Τιβουρτίου τέμνουσι τὴν θείαν κάραν,
Σύ μου Θεὸς κράζοντος, ὦ Θεοῦ Λόγε.
Ὁ Ἅγιος Μάρτυς ΚΑΣΤΟΥΛΟΣ ἐν βόθρῳ βληθεὶς τελειοῦται.
Κάστουλον εἷλκον εἰς ἀπωλείας βόθρον,
Ὡς δ’ οὐχ ὑπεῖξε, γῆς ἐνεβλήθη βόθρῳ.
Οἱ Ἅγιοι Μάρτυρες ΜΑΡΚΟΣ καὶ ΜΑΡΚΕΛΛΙΝΟΣ, λόγχαις βληθέντες, τελειοῦνται.
Ἐχθρόν παγέντες οἷα λόγχας καρδίαις,
Νύττεσθε λόγχαις, Μάρκε καὶ Μαρκελλῖνε.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΕΥΒΙΟΤΟΥ.
Ἤθλησεν Εὐβίοτος ἄχρις αἱμάτων,
Βίου δὲ τέρμα χωρὶς εὗρεν αἱμάτων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΦΛΩΡΟΥ Ἐπισκόπου Ἀμινσοῦ.
Ἑκὼν ὁ Φλῶρος τῇ πάλαι κατακρίσει,
Εἰς γῆν ἀπῆλθε· γῆ γὰρ ἦν, καὶ τί ξένον;
✥ Οἱ Ἅγιοι Μάρτυρες ΦΩΚΑΣ καὶ ΕΡΜΥΛΟΣ ξίφει τελειοῦνται.
Ἔγωγε τμηθῶ πρῶτον Ἕρμυλος λέγει·
Οὔ, φησι Φωκᾶς, ἀλλ’ ὁ Φωκᾶς, Ἕρμυλε.
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΖΑΚΧΑΙΟΥ Διακόνου καὶ ΑΛΦΕΙΟΥ Ἀναγνώστου, ἀθλησάντων ἐν Καισαρείᾳ.
Ζακχαῖος, Ἀλφειὸς πόθῳ Θεοῦ Λόγου,
Εἵλοντο τὸν θάνατον εὐσεβοφρόνως.
✥ Μνήμη τῆς Ἁγίας καὶ Θαυματουργοῦ ΣΟΦΙΑΣ.
Θεοῦ Σοφίαν ἠγάπησε Σοφία,
Ὅθεν χάριν δέδεκτο καὶ τῶν θαυμάτων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ΕΓΚΑΙΝΙΩΝ τοῦ σεβασμίου Ναοῦ τῆς Ὑπερενδόξου Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ ἐν τοῖς Χαλκοπρατείοις.
Σκηνὴν ἁγιάζουσι νῦν Ἐγκαινίοις,
Τῆς τῶν βροτῶν τὴν φύσιν ἐγκαινισάσης.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν ΜΙΧΑΗΛ ὁ Σύγκελλος καὶ Ὁμολογητὴς ἐν εἰρήνῃ τελειοῦται.
Οὐκ εἰ τελευτᾷς Μιχαὴλ τοῦτο ξένον,
Ἀλλ’ εἰ θανὼν ζῇς, ὥσπερ οὖν ζῇς ἀξίως.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος ΜΟΔΕΣΤΟΥ Ἀρχιεπισκόπου Ἱεροσολύμων τοῦ Θαυματουργοῦ.
Φέρει, Μόδεστε παμμάκαρ, καὶ σὸν τάφον,
Ἡ τὸν τάφον φέρουσα γῆ τοῦ Κυρίου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ΚΥΡΙΑΚΗ πρὸ τῆς τοῦ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ μνήμην ἄγειν ἐτάχθημεν, παρὰ τῶν Ἁγίων καὶ Θεοφόρων Πατέρων ἡμῶν, πάντων τῶν ἀπ’ αἰῶνος τῷ Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ Μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου κατὰ γενεαλογίαν, καθὼς ἐν τῇ Ἁγίᾳ Γραφῇ ἱστορικῶς ἀναφέρονται ὁμοίως καὶ τῶν Προφητῶν καὶ Προφητίδων.
Εἰς τὴν Κυριακὴν ταύτην λόγους ἔχουσιν ὁ θεῖος Χρυσόστομος εἰς τὸν Ἀβραάμ, οὗ ᾑ ἀρχή· «Ἐγὼ μὲν καὶ σήμερον παρεσκευαζόμην…» (εὕρηται ἐν τῷ 48ῳ τόμῳ τῆς ἐκδόσεως Migne, στ. 747). Κατὰ τὴν Κυριακὴν ταύτην ἀναγινώσκεται καὶ ὁ λόγος τοῦ θείου Γρηγορίου τοῦ Θεολόγου εἰς τὸν ἐξομώτην Ἰουλιανὸν τὸν Παραβάτην, οὗ ἡ ἀρχή· «Τίς ἡ τυρρανίς, ἣν ἐξ ἀγάπης ἀεὶ τυραννούμεθα;». Ἀλλὰ καὶ ὁ θεῖος Γρηγόριος ὁ Παλαμᾶς λόγον ἔχει, οὗ ἡ ἀρχή· «Ἀγενεαλόγητον εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν» (σῴζεται ἐν τῷ Πρωτάτῳ καὶ ἐν ἄλλαις). Ὡσαύτως Ἠλίας ὁ Μηνιάτης ἔχει δύο λόγους καὶ Νικηφόρος ὁ Θεοτόκης ἕνα. Ἐν δὲ τῇ Μεγίστῃ Λαύρᾳ λόγος εὑρίσκεται προεόρτιος Ἠλιοὺ Μοναχοῦ, οὗ ἡ ἀρχή· «Ὁ Θεὸς τῶν Πατέρων, ἐπίλαμψόν μοι τῷ πολυπταίστῳ».
✥ Μνήμη τῶν Πρωτοπλάστων ΑΔΑΜ καὶ ΕΥΑΣ.
Ὑμνῶ θανόντας ζῶν γένους ἀρχηγέτας,
Τοῦ ζῆν με καὶ θνῄσκειν με τοὺς παραιτίους.
✥ Μνήμη τοῦ δικαίου ΑΒΕΛ υἱοῦ Ἀδάμ.
Βοᾷ Θεῷ σὸν αἷμα καὶ ψυχῆς δίχα,
Ὦ πρῶτε νεκρῶν, πρῶτε καὶ σεσωσμένων.
✥ Μνήμη τοῦ Δικαίου ΣΗΘ υἱοῦ Ἀδάμ.
Σὴθ σπέρμα καινὸν τοῖς γονεῦσιν ἀντ’ Ἄβελ,
Ἄνθρωπος ὢν δίκαιος οἷος ἦν Ἄβελ.
✥ Μνήμη τοῦ Δικαίου ΕΝΩΣ υἱοῦ Σήθ.
Ὀφθεὶς Ἐνὼς μέγιστος ἐκ τῆς ἐλπίδος,
Πολλοῖς ἐνῆκε ζῆλον εἰς τὴν ἐλπίδα.
✥ Μνήμη τοῦ Δικαίου ΚΑΪΝΑΝ υἱοῦ Ἐνώς.
Βίβλῳ Καϊνᾶν Μωσέως γεγραμμένος,
Κἂν τῷ παρόντι χρὴ γραφῆναι βιβλίῳ.
✥ Μνήμη τοῦ Δικαίου ΜΑΛΕΛΕΗΛ υἱοῦ Καϊνᾶν.
Ἑξῆς προκείσθω Μαλελεὴλ τῷ λόγῳ,
Υἱὸς Καϊνᾶν, οὗ προεμνήσθη λόγος.
✥ Μνήμη τοῦ Δικαίου ΙΑΡΕΔ υἱοῦ Μαλελεήλ.
Δίκαιον ὄντως ἐν Δικαίων πληθύϊ,
Καὶ τοῦ Δικαίου μνημονεύειν Ἰάρεδ.
✥ Μνήμη τοῦ Δικαίου ΕΝΩΧ υἱοῦ Ἰάρεδ.
Θεῷ προδήλως εὐαρεστήσας λόγῳ,
Ἐνὼχ ἀδήλοις ἐγκατῳκίσθη τόποις.
✥ Μνήμη τοῦ Δικαίου ΜΑΘΟΥΣΑΛΑ υἱοῦ Ἐνώχ.
Ἐνώχ σε τέκνον ἐκμαθών, Μαθουσάλα,
Ἔγραψα πρὸς μάθησιν ἄλλων ἐνθάδε.
✥ Μνήμη τοῦ Δικαίου ΛΑΜΕΧ υἱοῦ Μαθουσάλα.
Λάμεχ, δύο γνούς, δεῖν ἔγνων τιμᾶν ἔνα,
Οὐ τὸν φονευτήν, ἀλλ’ ὁμωνύμως Λάμεχ.
✥ Μνήμη τοῦ Δικαίου ΝΩΕ υἱοῦ Λάμεχ.
Ἀδὰμ βροτοῖς ὄλεθρον ἐκ ξύλου φέρει,
Διὰ ξύλου δὲ Νῶε πᾶν σῴζει γένος.
✥ Μνήμη τοῦ Δικαίου ΣΗΜ υἱοῦ Νῶε.
Σὴμ πατρικὴν γύμνωσιν ἐμφρόνως σκέπων,
τὰς πατρικὰς ἐφεῦρεν εὐχὰς εἰς σκέπην.
✥ Μνήμη τοῦ Δικαίου ΙΑΦΕΘ υἱοῦ Νῶε.
Μὴ θεὶς Ἰάφεθ πατρὸς αἰσχύνῃ πλάτος,
Βίου πλατυσμὸν εὐχαῖς πατρὸς λαμβάνει.
✥ Μνήμη τοῦ Δικαίου ΑΡΦΑΞΑΔ υἱοῦ Σήμ.
Ζῇ Κύριος ζῶν, οὐ τὸν Ἀρφαξάδ, λίπω,
Καὶ γὰρ χρεὼν καὶ τοῦτον ἐνταῦθα γράφειν.
✥ Μνήμη τοῦ Δικαίου ΚΑΪΝΑΝ υἱοῦ Ἀρφαξάδ.
Καϊνᾶν ἡμῖν ἐξεγήγερται νέος,
Τῷ πρὶν Καϊνᾶν, ἐμφερὴς ἐκ τοῦ τρόπου.
✥ Μνήμη τοῦ Δικαίου ΣΑΛΑ υἱοῦ Καϊνᾶν.
Συμπατριωτῶν ὁρμαθῷ, καὶ συμφύλων,
Ἡ συγγένεια συνδέει καὶ τὸν Σάλα.
✥ Μνήμη τοῦ δικαίου ΕΒΕΡ υἱοῦ Σάλα, ἀφ’ οὗ καὶ οἱ Ἰουδαῖοι Ἑβραῖοι ἐκλήθησαν.
Μέγας τις ὄντως τοῖς Ἰουδαίοις Ἔβερ,
Δοὺς ἐξ ἑαυτοῦ κλῆσιν Ἑβραίων γένει.
✥ Μνήμη τοῦ Δικαίου ΦΑΛΕΚ υἱοῦ Ἔβερ.
Πανηγυρίζω καὶ τὸν ἐξ Ἔβερ τόκον,
Ὡς Μωϋσῆς γάρ φησι, τίκτει τὸν Φάλεκ.
✥ Μνήμη τοῦ Δικαίου ΡΑΓΑΒ υἱοῦ Φάλεκ.
Πάλιν κύησις καὶ πάλιν νέος τόκος,
Υἱὸν Ραγὰβ τεκόντος ἡμῖν τοῦ Φάλεκ.
✥ Μνήμη τοῦ Δικαίου ΣΕΡΟΥΧ υἱοῦ Ραγάβ.
Γράφων παλαιῶν τοὺς ὑπ’ ἀλλήλων τόκους,
Ἂν ἐκλάθωμαι τοῦ Σερούχ, ἁμαρτάνω.
✥ Μνήμη τοῦ Δικαίου ΝΑΧΩΡ υἱοῦ Σερούχ.
Γένους ὑπάρχειν τῶν ἄνω λελεγμένων,
Καὶ τὸν Ναχὼρ γνούς, οὐ διϊστῶ τοῦ γένους.
✥ Μνήμη τοῦ Δικαίου ΘΑΡΡΑ υἱοῦ Ναχώρ.
Υἱὸς προελθὼν ἐκ Ναχὼρ κλῆσιν Θάρρας,
Πατὴρ ὑπῆρξε πατρὸς ἐθνῶν μυρίων.
✥ Μνήμη τοῦ Δικαίου καὶ Πατριάρχου ΑΒΡΑΑΜ υἱοῦ Θάρρα.
Τὸν Ἀβραὰμ, πῶς δεξιώσομαι λόγοις,
Ὂς ἠξιώθη δεξιοῦσθαι καὶ νόας;
✥ Μνήμη τοῦ Πατριάρχου ΙΣΑΑΚ υἱοῦ Ἀβραάμ.
Ἀχθεὶς Ἰσαὰκ εἰς σφαγὴν τύπος γίνῃ,
Ἐπὶ σφαγὴν ἥξοντος Ὑψίστου Λόγου.
✥ Μνήμη τοῦ Πατριάρχου ΙΑΚΩΒ υἱοῦ Ἰσαάκ.
Διὰ κλίμακος Ἰακὼβ τῆς Παρθένου,
Πρὸς γῆν Θεὸν χωροῦντα πρὶν τόκου βλέπει.
✥ Μνήμη τοῦ Πατριάρχου ΡΟΥΒΙΜ τοῦ πρώτου υἱοῦ Ἰακώβ.
Τῆς υἱότητος Ἰακὼβ τοῦ τιμίου,
Ρουβὶμ ἔγνων τὸν θεῖον ἀρχὴν τιμίαν.
✥ Μνήμη τοῦ Πατριάρχου ΣΥΜΕΩΝ δευτέρου υἱοῦ Ἰακώβ.
Κἂν δευτερεύῃ Συμεὼν ἐκ τοῦ τόκου,
Κλέος παρ’ ἡμῖν οὐ τὸ δεύτερον φέρει.
✥ Μνήμη τοῦ Πατριάρχου ΛΕΥΪ τρίτου υἱοῦ Ἰακώβ, ἐξ οὗ ἡ Λεϋιτικὴ φυλή.
Θεοῦ μεγίστου θεῖος ὢν ὑπηρέτης,
Τί, Λευΐ, μεῖζον τῆς δε τῆς δόξης θέλεις;
✥ Μνήμη τοῦ Πατριάρχου ΙΟΥΔΑ υἱοῦ Ἰακώβ, οὗ ἐκ τῆς φυλῆς ὁ Χριστός.
Ἰούδαν αἰνέσαισαν οἱ σεσωσμένοι·
Ἐξ Ἰούδα γὰρ Χριστὸς ἡ σωτηρία.
✥ Μνήμη τοῦ Πατριάρχου ΖΑΒΟΥΛΩΝ υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ παράλιος.
Ἀκτὰς κατοικεῖν ὁ Ζαβουλὼν ἐκρίθη,
Γῆς καὶ θαλάσσης εἰς ἓν ἄκρα συνδέων.
✥ Μνήμη τοῦ Πατριάρχου ΙΣΑΧΑΡ υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ γηπόνος.
Στήσας ἑαυτὸν εἰς τὸ πονεῖν Ἰσάχαρ,
Ζωὴν συνιστᾷ γῆθεν ἄρτον ἐκφέρων.
✥ Μνήμη τοῦ Πατριάρχου ΔΑΝ υἱοῦ τοῦ Ἰακώβ, οὗ ἡ φυλὴ κριταί.
Λαοῦ κριτὴς Δάν, γλῶττα τῆς ἐξουσίας,
Ζυγοῖς δικαίοις πᾶσιν ἐξάγων κρίσιν.
✥ Μνήμη τοῦ Πατριάρχου ΓΑΔ υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ λῃστευομένη ἢ λῃστεύουσα.
Γὰδ πειρατευθείς, πειρατεύσων ἐκτρέχει,
Νίκαις δὲ πάντων πειρατῶν κατισχύει.
✥ Μνήμη τοῦ Πατριάρχου ΑΣΗΡ υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πλουσία ἐπὶ χώραις σιτοφόροις.
Ἀσὴρ δέ φησι πίονα πλουτεῖ στάχυν,
Τρέφει δὲ τοὺς ἄρχοντας ἄρτῳ πλουσίῳ.
✥ Μνήμη τοῦ Πατριάρχου ΝΕΦΘΑΛΕΙΜ υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πολὺ πλῆθος.
Ὡς ἔρνος ὄντως Νεφθαλεὶμ ἀνειμένον,
Εἰς πλῆθος αὐτῷ τῆς φυλῆς ἡπλωμένης.
✥ Μνήμη τοῦ Πατριάρχου ΙΩΣΗΦ υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ περίδοξος καὶ περιφανής.
Ηὐξημένον σε σὸς πατὴρ εἶναι λέγων,
Δόξαν φυλῆς σῆς Ἰωσὴφ διαγράφει.
✥ Μνήμη τοῦ Πατριάρχου ΒΕΝΙΑΜΙΝ υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ ἀπὸ ἀγρίας πρᾳεῖα.
Φαγὼν τὸ πρωῒ Βενιαμὶν ὡς λύκος,
Πρᾷος φανεὶς δίδωσι βρῶσιν ἑσπέρας.
✥ Μνήμη ΦΑΡΕΣ καὶ ΖΑΡΑ τῶν διδύμων υἱῶν Ἰούδα τοῦ Πατριάρχου.
Κοινῶς ἐπαινῶ σπέρμα κοινὸν Ἰούδα,
Φαρὲς Ζαρά τε τοὺς διδύμους συγγόνους.
✥ Μνήμη ΕΣΡΩΜ υἱοῦ Φαρές.
Ἐκ Φαρὲς Ἐσρώμ, ὥσπερ ἐκ ρίζης κλάδος,
Ἄμφω δὲ ρίζης Ἀβραὰμ θεῖος κλάδος.
✥ Μνήμη ΑΡΑΜ υἱοῦ Ἐσρώμ.
Γέγηθεν Ἐσρὼμ οὐ νοσῶν ἀτεκνίαν,
Ἀρὰμ γὰρ αὐτῷ τέκνον ἠγαπημένον.
✥ Μνήμη ΑΜΙΝΑΔΑΒ υἱοῦ Ἀράμ.
Τὸν Ἀμιναδὰβ ἐξ Ἀρὰμ φῦναι λόγος·
Τούτου γὰρ υἱὸν ἡ Γραφή τοῦτον λέγει.
✥ Μνήμη ΝΑΑΣΣΩΝ υἱοῦ Ἀμιναδάβ.
Εἷς καὶ Ναασσὼν τῆς Ἰούδα φατρίας,
Ἐξ Ἀμιναδάβ, τῆς φυλῆς ἐξ Ἰούδα.
✥ Μνήμη ΣΑΛΜΩΝ υἱοῦ Ναασσών.
Ηὔξησε σειρὰν Ἀβραμιαίου γένους,
Σαλμὼν προελθὼν τῆς Ναασσὼν ὀσφύος.
✥ Μνήμη ΒΟΟΖ υἱοῦ Σαλμών.
Εὐαγγελιστά, τοῦδε Σαλμὼν υἱέα,
Τίνα γράφεις σύ; τὸν Βοόζ, φησι, γράφω.
✥ Μνήμη ΩΒΗΔ υἱοῦ Βοὸζ ἐκ τῆς Ρούθ.
Ἐκ Ροὺθ μὲν Ὠβὴδ τὴν φυλὴν Μωαβίτης·
Ἐκ τοῦ Βοὸζ δὲ δῆλος Ἰσραηλίτης.
✥ Μνήμη ΙΕΣΣΑΙ υἱοῦ Ὠβήδ.
Ἰεσσαὶ τίκτε, τικτέτω καὶ σὸν γένος,
Ἕως ἀπ’ αὐτοῦ παῖς Θεὸς τεχθῇ μέγας.
✥ Μνήμη ΔΑΒΙΔ βασιλέως υἱοῦ Ἰεσσαί.
Ἐγὼ τὶ φήσω μαρτυροῦντος Κυρίου,
Τὸν Δαβὶδ εὗρον ὡς ἐμαυτοῦ καρδίαν;
✥ Μνήμη ΣΟΛΟΜΩΝΤΟΣ βασιλέως υἱοῦ Δαβίδ.
Σοφὸς Σολομὼν πρῶτος ἐν σοφοῖς βίου,
Ἔχων τὸ πρῶτον τῶν καλῶν τῶν τοῦ βίου.
✥ Μνήμη ΡΟΒΟΑΜ βασιλέως υἱοῦ Σολομῶντος.
Ἐγκώμιόν σοι, Ροβοάμ, πλέκω μέγα,
Σὸν πάππον εἶναι τὸν μέγαν Δαβίδ λέγων.
✥ Μνήμη ΑΒΙΑ βασιλέως υἱοῦ Ροβοάμ.
Βοᾷ Ροβοὰμ πρὸς τὸν Ἀβιὰ λέγων·
Ἐγὼ πατὴρ σός, καὶ σύ μου τὸ τεκνίον.
✥ Μνήμη ΑΣΑ βασιλέως υἱοῦ Ἀβιά.
Εὐθὺ τὸν Ἀσὰ μηνύει βασιλέα,
Ἡ τετράτιτλος τῶν Βασιλειῶν βίβλος.
✥ Μνήμη ΙΩΣΑΦΑΤ βασιλέως υἱοῦ Ἀσά.
Ἰωσαφὰτ τὰ πάντα χρηστὸς ἐν βίῳ,
Εὑρὼν ἀφορμὰς πατρόθεν χρηστοῦ βίου.
✥ Μνήμη ΙΩΡΑΜ βασιλέως υἱοῦ Ἰωσαφάτ.
Ἰωρὰμ ἡμῖν ἐξ Ἰωσαφὰτ ἔφυ,
Υἱὸς βασιλεύς ἐκ πατρὸς βασιλέως.
✥ Μνήμη ΟΖΙΟΥ βασιλέως υἱοῦ Ἰωράμ.
Ἀνῆκε καρπὸν εὐγενῆ τὸν Ὀζίαν,
Ἄναξ Ἰωράμ, Ἰωσαφὰτ ὁ κλάδος.
✥ Μνήμη ΙΩΡΙΘΑΜ βασιλέως υἱοῦ Ὀζίου.
Τὸν Ἰωάθαμ, ὡς νεοττὸν Ὀζίου,
Τῆς βασιλείας ἡ καλιὰ λαμβάνει.
✥ Μνήμη ΑΧΑΖ βασιλέως υἱοῦ Ἰωάθαμ.
Τὸ τῆς κεφαλῆς στέμμα τῆς Ἰωάθαμ,
Στέφει κεφαλὴν εὐπρεπῶς καὶ τὴν Ἄχαζ.
✥ Μνήμη ΕΖΕΚΙΟΥ βασιλέως υἱοῦ Ἄχαζ.
Σοβεῖ τελευτὴν δακρύσας Ἐζεκίας,
Τοσοῦτον ἰσχύουσι ρεῖθρα δακρύων.
✥ Μνήμη ΜΑΝΑΣΣΗ βασιλέως υἱοῦ Ἐζεκίου.
Σωτηριῶδες πρὸς μετάγνωσιν βάθρον,
Μανασσῆς ἡμῖν τὴν προσευχὴν πηγνύει [1].
✥ Μνήμη ΑΜΜΩΝ βασιλέως υἱοῦ Μανασσῆ.
Ἀμμὼν κυηθεὶς τῆς ἁλουργίδος μέσον,
Ἦν καὶ βασιλεύς, καὶ βασιλείας τέκνον.
✥ Μνήμη ΙΩΣΙΟΥ βασιλέως υἱοῦ Ἀμμών.
Ἰωσίας ἔναντι τοῦ Θεοῦ μέγας,
Ὅν γνοὺς ἐπαινεῖν, δειλιῶ μὴ σμικρύνω.
✥ Μνήμη ΙΕΧΟΝΙΟΥ βασιλέως υἱοῦ Ἰωσίου.
Ἐν Βαβυλῶνος τῇ μετοικίᾳ λόγος,
Ἰεχονίαν ἐμπαροικῆσαι βίῳ.
✥ Μνήμη ΣΑΛΑΘΙΗΛ υἱοῦ Ἰεχονίου.
Πρῶτον μετ’ αὐτὴν τὴν μετοικίαν τέκνον,
Τὸν Σαλαθιὴλ Ἰούδα φυλὴ φύει.
✥ Μνήμη ΖΟΡΟΒΑΒΕΛ υἱοῦ Σαλαθιὴλ τοῦ τὸν Ναὸν Ἱεροσολύμων καυθέντα ἀνεγείραντος.
Ναβουζαρδὰν ἔκαυσεν οἶκον Κυρίου,
οὗ καῦσιν ἦρε κτίσμασι Ζοροβάβελ.
✥ Μνήμη ΑΒΙΟΥΔ υἱοῦ Ζοροβάρελ.
Ἀβιοὺδ ὄρπηξ οὗ φυὴ Ζοροβάβελ,
Ὡς τὴν φυὴν οὖν, καὶ τὸν ὄρπηκα γράφω.
✥ Μνήμη ΕΛΙΑΚΕΙΜ υἱοῦ Ἀβιούδ.
Τὸν Ἐλιακεὶμ Ἀβιοὺδ γράφει γόνον,
Ματθαῖος ἡμῖν, ἀκριβὴς γονογράφος.
✥ Μνήμη ΑΖΩΡ υἱοῦ Ἐλιακείμ.
Ὁ θεῖος Αζὼρ ἐξ Ἐλιακεὶμ ἔφυ,
Θεία Γραφὴ λέγουσα τοῦτο πεισάτω.
✥ Μνήμη ΣΑΔΩΚ υἱοῦ Ἀζώρ.
Ἀζὼρ κυΐσκων τὸν Σαδὼκ οὐ λανθάνει.
Ὅν συγγραφεὺς γνοὺς ἐκκαλύπτει τὸν τόκον.
✥ Μνήμη ΑΧΕΙΜ υἱοῦ Σαδώκ.
Τοῖς τοῦ Σαδὼκ ζητοῦσιν υἱόν, Ματθαῖος,
Δείξει τὸν Ἀχείμ, ἐκβαλὼν τὸ βιβλίον.
✥ Μνήμη ΕΛΙΟΥΔ υἱοῦ Ἀχείμ.
Τεχθεὶς ἀπ’ Ἀχείμ, Ἐλιοὺδ ὢφθη τέκνον,
Ὀφθήσεται δὲ καὶ πατὴρ τεκνοτρόφος.
✥ Μνήμη ΕΛΕΑΖΑΡ υἱοῦ Ἐλιούδ.
Ἰδοὺ τεκόντα καὶ τὸν Ἐλιοὺδ ἔγνων,
Ἐλεάζαρον τέκνον· εἰ βούλει, μάθε.
✥ Μνήμη ΜΑΤΘΑΝ υἱοῦ Ἐλεάζαρ.
Ἐλεάζαρ δὲ τὸν Ματθὰν γεννᾶν λέγει,
Μαιευτρίας ἄκουε, Ματθαίου βίβλου.
✥ Μνήμη ΙΑΚΩΒ υἱοῦ Ματθάν.
Καὶ Ματθὰν εἰσήνεγκεν υἱὸν εἰς βίον,
Τὸν Ἰακὼβ γὰρ εἰσενεγκὼν εὑρέθη.
✥ Μνήμη ΙΩΣΗΦ τοῦ Μνήστορος υἱοῦ Ἰακώβ.
Μνηστὴρ Ἰωσήφ· ᾧ τὸ Πνεῦμα πρὸ γάμου,
Μνηστὴν ἐκείνου, συλλαβοῦσαν δεικνύει.
✥ Μνήμη τοῦ Δικαίου ΜΕΛΧΙΣΕΔΕΚ.
Ἔχει Γραφὴ πατρός σε καὶ μητρὸς δίχα,
Χριστοῦ τυποῦντα Μελχισεδὲκ τοὺς τόκους.
✥ Μνήμη τοῦ Δικαίου ΙΩΒ.
Ὕψιστον εὑρὼν ἀξίως ἐπαινέτην,
Ἰὼβ ἐπαίνων οὐ δέει τῶν γηΐνων.
✥ Μνήμη τοῦ Προφήτου ΜΩΣΕΩΣ καὶ ΩΡ καὶ ΑΑΡΩΝ τῶν ἱερέων.
Σὺν Ὤρ Ἀαρὼν προγράφει Χριστοῦ πάθος,
Ὑψοῦντες ἄμφω σταυρικῶς τὸν Μωσέα.
✥ Μνήμη τοῦ Δικαίου ΙΗΣΟΥ υἱοῦ Ναυῆ.
Ὑμνεῖν Ἰησοῦν ποῖος ἀρκέσει λόγος,
ᾯ συλλαλῶν ὑπῆρχε καὶ Θεὸς Λόγος;
✥ Μνήμη τοῦ Προφήτου ΣΑΜΟΥΗΛ.
Ὀφθαμὸν ἡμῖν εὐμενῆ Θεοῦ τίθει,
Ὀφθαλμὲ θεῖε, καὶ τὰ μέλλοντα βλέπων.
✥ Μνήμη τοῦ Προφήτου ΝΑΘΑΝ.
Ἁμαρτιῶν ἔλεγχος ὀξὺς ὢν Νάθαν,
Ἠμάρτομεν λέγουσι, συγγνώμην νέμει.
✥ Μνήμη τοῦ Προφήτου ΔΑΝΙΗΛ.
Καὶ θηρία φρίττουσιν ἀρετῆς φίλον,
Ἔργοις Δανιὴλ τοῦτο πιστοῦται μέγας.
✥ Μνήμη τῶν Ἁγίων Τριῶν Παίδων.
Καὶ πῦρ τὸ πῦρ ἦν τῆς καμίνου, καὶ δρόσος,
Πρὸς δυσσεβεῖς πῦρ, πρὸς δὲ τοὺς Παῖδας δρόσος.
✥ Μνήμη τῆς Δικαίας ΣΑΡΡΑΣ γυναικὸς Ἀβραάμ.
Νεύσει Θεοῦ καὶ στεῖρα νικᾶται φύσις·
Καὶ μάρτυς ὠδίνουσα Σάρρα παιδίον.
✥ Μνήμη τῆς Δικαίας ΡΕΒΕΚΚΑΣ γυναικὸς Ἰσαάκ.
Καὶ τὴν ἀρίστην τῶν γυναικῶν Ρεβέκκαν,
Ἄριστος ἀνδρῶν εὗρε κοινωνὸν λέχους.
✥ Μνήμη τῆς Δικαίας ΛΕΙΑΣ πρώτης γυναικὸς Ἰακώβ.
Λείας προσώπῳ Κύριος μὴ δοὺς χάριν,
Κυήσεως δίδωσι τῇ μήτρᾳ Χάριν.
✥ Μνήμη τῆς Δικαίας ΡΑΧΗΛ δευτέρας γυναικὸς Ἰακώβ.
Θεοὺς πατρῴους ἡ Ραχὴλ κλέπτει πόθῳ.
Ἐν ἐσχάτῳ δὲ τὸν Θεὸν ποθεῖ Λόγον.
✥ Μνήμη τῆς Δικαίας ΑΣΙΝΕΘ γυναικὸς Ἰωσὴφ τοῦ Πανκάλου.
Κάλλει παρῆλθεν ἥλιος μὲν ἀστέρας,
Ἡ δ’ Ἀσινὲθ μοι τὰς ὑφ’ ἥλιον κόρας.
✥ Μνήμη τῆς Δικαίας ΜΑΡΙΑΣ ἀδελφῆς Μωϋσέως.
Ἄσωμεν, εἰπέ, καὶ πάλιν τῷ Κυρίῳ,
Ψυχῆς κροτοῦσα τύμπανον νῦν, Μαρία.
✥ Μνήμη τῆς Δικαίας ΔΕΒΟΡΡΑΣ, τῆς κρινάσης τὸν Ἰσραήλ.
Ὑπὲρ γυναῖκας ἡ Δεβόρρα τὴν φρένα,
Βάθει φρενὸς κρίνουσα λαὸν Κυρίου.
✥ Μνήμη τῆς Δικαίας ΡΟΥΘ.
Ἔθνος λιποῦσα Ροὺθ ἑαυτῆς καὶ σέβας,
Ἔθνει προσῆλθε καὶ Θεῷ τοῦ Μωσέως.
✥ Μνήμη τῆς Δικαίας ΣΑΡΑΦΘΙΑΣ, πρὸς ἣν ὁ Ἠλίας ἐστάλη.
Ἄσπαρτον εἶχε τὴν τροφὴν Σαραφθία,
Καινὸν λαχοῦσα λήϊον τὸν Ἠλίαν.
✥ Μνήμη τῆς Δικαίας ΣΩΜΑΝΙΤΙΔΟΣ, τῆς ξενοδοχησάσης τὸν Ἐλισσαῖον.
Ἐλισσαῖος σοι κλεῖθρα νηδύος λύει,
ᾮ κλεῖθρα, Σωμανῖτις, ἤνοιξας δρόμου.
✥ Μνήμη τῆς Δικαίας ΙΟΥΔΙΘ τῆς ἀνελούσης τὸν Ὀλοφέρνην.
Ὃν πᾶς ἀνὴρ ἔφριττε δεινὸν ὁπλίτην,
Γυνὴ καθεῖλεν, Ἰουδὶθ Ὀλοφέρνην.
✥ Μνήμη τῆς Δικαίας ΕΣΘΗΡ τῆς λυτρωσαμένης τὸν Ἰσραὴλ ἐκ θανάτου.
Ἔσωσεν Ἐσθὴρ ἄνδρας Ἰσραηλίτας,
ᾍδου κυνῆν μέλλοντας ἐνδῦναι πάλαι [2].
✥ Μνήμη τῆς Δικαίας ΑΝΝΗΣ τῆς μητρὸς Σαμουήλ.
Εὐχῆς τέκνον τεκοῦσα Σαμουὴλ μέγαν,
Νικᾷ Φενάνναν, Ἄννα πολλὴν ἐν τέκνοις.
✥ Μνήμη τῆς Δικαίας ΣΩΣΑΝΝΗΣ.
Κανὼν πρόκειται σωφρονούσαις ἐν βίῳ,
Ὁ τῆς Σωσάννης σωφρονέστατος βίος.
✥ Τῇ Κυριακῇ πρὸ τῆς τοῦ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ, Ὑπόμνημα εἰς τὸν Προφήτην ΔΑΝΙΗΛ καὶ εἰς τοὺς ΤΡΕΙΣ ΠΑΙΔΑΣ.
Ὑποσημειώσεις
[1] Τὴν κατανυκτικὴν προσευχὴν τοῦ Μανασσῆ ἀναφέρει ἡ Ἁγία Γραφὴ λέγουσα· «καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσῆ, καὶ ἡ προσευχὴ αὐτοῦ ἡ πρὸς τὸν Θεὸν» (Βʹ Παρ. λγʹ 18). Καὶ πάλιν· «Ἰδοὺ ἐπὶ λόγων προσευχῆς αὐτοῦ, καὶ ἐπήκουσεν (ὁ Θεὸς δηλαδὴ) αὐτοῦ» (αὐτόθι 19). Ἀναφέρει δὲ αὐτὴν καὶ ὁ Ὅσιος Ἐφραὶμ ὁ Σῦρος. (Βλέπε καὶ εἰς τὸ Ὡρολόγιον ἐν τῷ Μεγάλῳ Ἀποδείπνῳ).
[2] Δηλαδὴ ἐκείνους, οἱ ὁποῖοι ἔμελλον νὰ ἐνδυθῶσι τὸ σκύλινον σκέπασμα τοῦ ᾍδου, καθὼς μυθολογοῦσιν οἱ ποιηταὶ τῶν Ἑλλήνων, ἤτοι ἐκείνους οἱ ὁποῖοι ἔμελλον νὰ θανατωθῶσι καὶ νὰ καταβοῦν εἰς τὸν ᾍδην.