✥ Τῇ Δ’ (4ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμητοῦ Ἁγίου Ἱερομάρτυρος ΒΑΒΥΛΑ, Ἐπισκόπον Ἀντιοχείας, καὶ τῶν σὺν αὐτῷ ΤΡΙΩΝ ΠΑΙΔΩΝ.
Εἰς τὸν Βαβύλαν·
Ὁ Χριστὸν αὐτὸν Βαβύλας θύων πάλαι,
Χριστῷ προθύμως θύεται διὰ ξίφους.
Εἰς τοὺς Τρεῖς Παῖδας·
Ὑπὲρ μεγίστου Δεσπότου Θεοῦ Λόγου,
Τρέχουσι θερμῶς πρὸς ξίφος τὰ παιδία.
Παῖδας καὶ Βαβύλαν πέφνε ξίφος ἀμφὶ τετάρτην.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς ΒΑΒΥΛΑΣ ὁ ἐν Νικομηδείᾳ διδάσκαλος σὺν τοῖς ὀγδοήκοντα τέσσαρσι παισὶ ξίφει τελειοῦται.
Εἰς τὸν Βαβύλαν·
Μαθήσεώς σοι μισθὸς ἐκ τῶν παιδίων,
Βαβύλα θεῖε τῆς τομῆς κοινωνία.
Εἰς τοὺς ὀγδοήκοντα τέσσαρας παῖδας·
Αἶνον προσῆξαν τῷ Θεῷ παῖδες πάλαι,
Οἱ νῦν δὲ παῖδες τὰς ψυχὰς αὐτῶν ξίφει.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Προφήτου καὶ Θεόπτου ΜΩΫΣΕΩΣ.
Οὐκ ἐκ πέτρας νῦν, οὐδ’ ὀπισθίων μέρος,
Μωσῆ, θεωρεῖς, ἀλλ’ ὅλον Θεὸν βλέπεις.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία ΕΡΜΙΟΝΗ μία τῶν τεσσάρων θυγατέρων Φιλίππου τοῦ Ἀποστόλου ἐν εἰρήνῃ τελειοῦται.
Χωρεῖ πρὸς αὐτοὺς οὐρανοὺς Ἑρμιόνη,
Ἕρμαιον εὑρηκυΐα τὴν σωτηρίαν.
✥ Οἱ Ἅγιοι ΘΕΟΤΙΜΟΣ καὶ ΘΕΟΔΟΥΛΟΣ, οἱ ἀπὸ δημίων πιστεύσαντες, ἐν εἰρήνῃ τελειοῦνται.
Θεότιμος τέθνηκε σὺν Θεοδούλῳ
Τιμὴν σὺν αὐτῷ δουλικὴν δοὺς Κυρίῳ.
✥ Ὁ Ἅγιος ΠΕΤΡΩΝΙΟΣ ἐν εἰρήνῃ τελειοῦται.
Ὑπῆρχε Χριστὸς τῷ Πετρωνίῳ πέτρα,
Ἀνωτέρῳ μένοντι πειρασμῶν βίας.
✥ Μνήμη τῆς Ἁγίας Μάρτυρος ΧΑΡΙΤΙΝΗΣ.
Ὅπερ δι’ εὐχῆς εἶχε σαρκὸς τὴν λύσιν,
Ἰδοὺ δι’ εὐχῆς λαμβάνει Χαριτίνη [1].
✥ Ὁ Ἅγιος Μάρτυς ΣΑΡΒΗΛΟΣ λιθοβοληθεὶς τελειοῦται.
Βέβηλον ὁ Σάρβηλος οὐ σέβων σέβας,
Ἀνδρῶν βεβήλων χερσὶ βάλλεται λίθοις.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΚΕΝΤΥΡΙΩΝΟΣ, ΘΕΟΔΩΡΟΥ, ΑΜΜΙΑΝΟΥ καὶ ΙΟΥΛΙΑΝΟΥ, ὁρμωμένων ἐκ κώμης Κανδαύλης.
Εἰς τὸν Κεντυρίωνα·
Ὁ Κεντυρίων πῦρ πόθου θείου πνέων,
Ψυχὴν προθύμως εἰς τὸ πῦρ ἀποπνέει.
Εἰς τὸν Θεόδωρον, Ἀμμιανὸν καὶ Ἰουλιανόν·
Τριττοῖς ἀθληταῖς ἡ πυρὰ κλῖμαξ ξένη,
Δι’ ἧς ἀνῆλθον οὐρανοῦ εἰς τὸ πλάτος.
ΚΕΝΤΥΡΙΩΝ καὶ οἱ σὺν αὐτῷ Ἅγιοι Μάρτυρες διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν βασανίζονται πρῶτον μὲ διαφόρους βασάνους ὑπὸ Μαξιμιανοῦ βασιλέως, ἐν ἔτει σπη’ (288), ἔπειτα ρίπτονται μέσα εἰς λουτρὸν ἀνημμένον καὶ διαφυλαχθέντες ἀβλαβεῖς ὑπὸ θείου Ἀγγέλου κόπτονται τοὺς πόδας μὲ πέλεκυν. Εἶτα ριφθέντες μέσα εἰς τὴν πυράν, τελειοῦνται ἐν Κυρίῳ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΘΑΘΟΥΗΛ καὶ ΒΕΒΑΙΑΣ.
Τμηθέντες ἄμφω Θαθουὴλ καὶ Βεβαία,
Ζωὴν βεβαίαν εὗρον ἀντ’ ἐψευσμένης.
ΘΑΘΟΥΗΛ καὶ ΒΕΒΑΙΑ οἱ Ἅγιοι Μάρτυρες ἦσαν εἰς τὸν καιρὸν, Ἀδριανοῦ [2] βασιλέως ἐν ἔτει ριζ’ (117), ἀπὸ τοὺς ὁποίους ὁ Θαθουὴλ ἦτο ἱερεὺς τῆς δαιμονικῆς πλάνης, διδαχθεὶς δὲ ἀπὸ ἕνα Ἐπίσκοπον προσέδραμεν εἰς τὴν πίστιν τοῦ Χριστοῦ· ὅθεν διὰ τὴν αἰτίαν ταύτην δέρεται μὲ ραβδία ἀπὸ τὸν τοπάρχην Αὔγαρον καὶ τυφλοῦται τοὺς ὀφθαλμούς· εἶτα δεθεὶς ὀπίσω τὰς χεῖρας, πλήττεται εἰς τὴν κοιλίαν· κρεμασθεὶς δὲ ἀπὸ τὴν μίαν χεῖρα, ξέεται καὶ καίεται ὑποκάτω μὲ πῦρ· ἔπειτα τεθεὶς εἰς ὄργανον μηχανικόν, πριονίζεται ἀπὸ τὴν κεφαλὴν καὶ φονεύεται μὲ μάχαιραν, ὁμοῦ μὲ τὴν ἀδελφήν του Βεβαίαν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων τριῶν χιλιάδων καὶ ἑξακοσίων εἴκοσιν ὀκτὼ ΜΑΡΤΥΡΩΝ.
Ἑξακοσίους, Χριστέ, καὶ τρισχιλίους,
Σὺν συνάθλοις ἥνωσας Ἀγγέλοις ἄνω.
ΟΙ ΑΓΙΟΙ οὗτοι Μάρτυρες εὑρέθησαν κεκρυμμένοι εἰς βουνὰ καὶ σπήλαια τῆς Νικομηδείας ἐν ἔτει σϟ’ (290), τοὺς ὁποίους ἀφοῦ πρότερον ἐβασάνισεν ὁ βασιλεὺς Μαξιμιανὸς με διαφόρους βασάνους, τελευταῖον τοὺς ἐθανάτωσε καὶ οὕτως ἔλαβον τῆς ἀθλήσεως τοὺς ἀμαράντους στεφάνους.
Ὑποσημειώσεις
[1] Σημείωσαι ὅτι τοῦτο τὸ δίστιχον εὑρίσκεται καὶ εἰς τὴν συνώνυμον αὐτῆς Χαριτίνην κατὰ τὴν εʹ (5ην) Ὀκτωβρίου.
[2] Ἐν δὲ τῷ χειρογράφῳ Συναξαριστῇ γράφεται Τραϊανοῦ.