Ἰουνίου ΚΒ’ (22α)

✥ Τῇ ΚΒ’ (22ᾳ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΕΥΣΕΒΙΟΥ Ἐπισκόπου Σαμοσάτων.

Κέραμος, Εὐσέβιε, Μάρτυς Κυρίου,
Εὐθὺς δὲ καὶ στέφανος ἐν τῇ σῇ κάρᾳ.
Εἰκάδι δευτερίῃ κεφαλὴν θλάσαν Εὐσεβίοιο.

Τούτου τὴν ἀκολουθίαν συνεπλήρωσεν ὁ γνωστὸς πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΖΗΝΩΝΟΣ καὶ ΖΗΝΑ τοῦ οἰκέτου αὐτοῦ.

Δοῦλος σύναθλος τῷ συνάθλῳ Δεσπότη,
Ἄμφω δὲ δοῦλοι τοῦ Θεοῦ τετμημένοι.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος Μάρτυς ΠΟΜΠΙΑΝΟΣ ἐν θαλάσσῃ βληθεὶς τελειοῦται.

Ὁ Πομπιανὸς ἐκτελεῖ πομπὴν ξένην,
Ἐκ τῆς θαλάσσης πρὸς τὰ τοῦ Πόλου πλάτη.

 

Ὁ Ἅγιος Μάρτυς ΓΑΛΑΤΙΩΝ ἐν τῇ θαλάσσῃ τελειοῦται.

Ὕδωρ θαλάσσης ἁλμυρὸν Γαλατίων
Ὡς ἡδὺ μᾶλλον εἶχεν οἴεσθαι γάλα.

 

Ἡ Ἁγία Μάρτυς ΙΟΥΛΙΑΝΗ καὶ ΣΑΤΟΡΝΙΝΟΣ ὁ υἱὸς αὐτῆς πυρὶ τελειοῦνται.

Ἰουλιανὴν καὶ τὸ ταύτης παιδίον,
Ἴουλον ἀνθοῦν, ἄρτι πῦρ καταφλέγει.

   

ΕΠΙΣΤΡΟΦΗ