✥ Τῇ Ι’ (10ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΓΡΗΓΟΡΙΟΥ τοῦ Νύσσης.
Ἡ οῦσα Γρηγόριος, οὗ Νύσσα θρόνος,
Οὐ Πιερίαν, ἀλλ’ Ἐδὲμ σκηνὴν ἔχει.
Γρηγόριον δεκάτῃ θανάτου κνέφας ἀμφεκάλυψεν.
Εὑρίσκονται δὲ ταῦτα εἰς ἔκδοσιν καὶ παρὰ τῆς «Ἀποστολικῆς Διακονίας». Περὶ τού-των ἠσχολήθη ὁ διάσημος Ἑλληνιστὴς καθηγητὴς τοῦ Πανεπιστημίου τοῦ Χάρβαρντ Γερμανὸς Βέρνερ Ζέγκερ, ὅστις καὶ ἐξέδωκε περίφημον σύγγραμμά του ἐν Ἀμερικῇ, διὰ τὸ ὁποῖον εἰργάσθη ἐπὶ μίαν εἰκοσαετίαν, ἀναλύει δὲ ἐν αὐτῷ τὰ πορίσματα τῶν μελετῶν του καὶ ἐκθειάζει τὸν Ἅγιον. Τὸ βιβλίον ἐξετιμήθη μεγάλως ὑπὸ τῶν ξένων Χριστιανων Ἐπιστημόνων. Ἡ τιμία κάρα τοῦ θείου Γρηγορίου Νύσσης, μετακομισθεῖσα ἐκ Μικρᾶς Ἀσίας μετὰ τὴν Μικρασιατικὴν καταστροφὴν εὑρίσκεται ἀποτεθησαυρισμένη μετὰ τῶν ἁγίων λειψάνων τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου καὶ τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Γεωργίου τοῦ Νεαπολίτου ἐν τῷ Ἱερῷ Ναῷ τοῦ Ἁγίου Εὐσταθίου, ἐν τῷ Περισσῷ Ἀττικῆς, προαστίῳ τῶν Ἀθηνῶν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΔΟΜΕΤΙΑΝΟΥ, Ἐπισκόπου Μελιτηνῆς.
Δομετιανὸς τῆς φθορᾶς ἀπηλλάγη,
Εἴπερ φθορὰν χρὴ τὸν βίον τοῦτον λέγειν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος ΑΜΜΩΝΙΟΣ ἐν εἰρήνῃ τελειοῦται.
Τῆς ἀρετῆς ὁ θεῖος ἐσβέσθη λύχνος,
Λύχνων μυσάντων σαρκικῶν Ἀμμωνίου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΜΑΡΚΙΑΝΟΥ Πρεσβυτέρου καὶ Οἰκονόμου τῆς Μεγάλης Ἐκκλησίας.
Ἀπῆρεν ἔνθεν πρὸς πόλου μέγα κλέος,
Ὁ Μαρκιανός, οὗ κλέος κἂν γῇ μέγα.