✥ Τῇ ΚΘ’ (29ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΠΑΡΑΜΟΝΟΥ καὶ τῶν σὺν αὐτῷ Τριακοσίων Ἑβδομήκοντα ΜΑΡΤΥΡΩΝ.
Εἰς τὸν Παράμονον·
Ὁ Παράμονος νύττεταί σοι, Χριστέ μου,
Γνοὺς γὰρ Θεὸν μόνον σε, Σοὶ θνῄσκει μόνῳ.
Εἰς τοὺς Τριακοσίους Ἑβδομήκοντα·
Ξίφει κεφαλὰς ἄνδρες ἑπτάκις δέκα,
Σὺν ἑξαπλῇ διδοῦσι πεντηκοντάδι.
Παράμονον δ’ ἐνάτῃ κτάνον εἰκάδι ἔγχεα μακρά.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΦΙΛΟΥΜΕΝΟΥ.
Φιλουμένου πείρουσιν ἥλοις τοὺς πόδας,
Χριστὸν φιλοῦντος καὶ Θεῷ φιλουμένου.
✥ Ὁ Ὅσιος Πατὴρ ἡμῶν ΝΙΚΟΛΑΟΣ Ἀρχιεπίσκοπος Θεσσαλονίκης ἐν εἰρήνῃ τελειοῦται.
Λαὸν τὸν αὐτοῦ φροντὶς ἦν Νικολάῳ
Νικῶντι πείθειν καὶ ποδηγεῖν εἰς δέον.
✥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐν τῇ Περσίδι.
Καὶ τῷ Ἰωάννῃ δὲ τῷ Χριστῷ θύτῃ,
Μισθοὶ πρὸς αὐτοῦ προσμετροῦνται πλουσίως.
✥ Μνήμη τῶν Ἁγίων Ἓξ ΜΑΡΤΥΡΩΝ, οὓς διωκομένους πέτρα ραγεῖσα ὑπεδέξατο.
Ἤνοιξε πέτραν εἰς ταφὴν ἓξ ἀνδράσιν,
Ὁ νεκρὸς εὑρὼν εἰς ταφὴν Χριστὸς πέτραν.
✥ Ὁ Ἅγιος ΟΥΡΒΑΝΟΣ Ἐπίσκοπος Μακεδονίας ἐν εἰρήνῃ τελειοῦται.
Ὁ χερσὶν οὗτος ἐκπνέων τῶν Ἀγγέλων,
Οὐρβανός ἐστιν, οὗ βίος κατ’ Ἀγγέλων.
✥ Ὁ Ἅγιος Ἱερομάρτυς ΔΙΟΝΥΣΙΟΣ Ἐπίσκοπος Κορίνθου, ξίφει πληγείς, τελειοῦται.
Διονύσιος εἷς τελῶν θυηπόλων,
Ξίφος μετελθών, ἔστιν εἷς καὶ Μαρτύρων.
✥ Ὁ Ὅσιος ΠΑΓΚΟΣΜΙΟΣ ἐν εἰρήνῃ τελειοῦται.
Σύμπας ὁ κόσμος οὐδὲν ἦν Παγκοσμίῳ
Ἐδὲμ γὰρ ἤρα καὶ μόνης, ἣν λαμβάνει.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος ΠΙΤΥΡΟΥΝ ἐν εἰρήνῃ τελειοῦται.
Τῇ σῇ θελήσει πρὸς σὲ χωρεῖ, Χριστέ μου,
Ὁ σῶν Πιτυροῦν ἐργάτης θελημάτων.
✥ Ὁ Ἅγιος Μάρτυς ΟΥΑΛΕΡΙΝΟΣ ξίφει τελειοῦται.
Διὰ στέφος πάντιμον οἴσω καὶ ξίφος,
Ὁ Μάρτυς ἐκραύγαζεν Οὐαλερῖνος.
✥ Ὁ Ἅγιος Μάρτυς ΦΑΙΔΡΟΣ, ρητίνης ζεούσης καταχεθείσης αὐτῷ τελειοῦται.
Πολλοὺς πρὸς ἄλλα, πρὸς δὲ ρητίνης ζέσιν,
Στερρῶς ἀθλοῦντα Φαῖδρον ἔγνωμεν μόνον.
✥ Ὁ Ὅσιος ΝΕΚΤΑΡΙΟΣ Ἐπίσκοπος ἐν τῷ Σπηλαίῳ Ρῶσος ἐν εἰρήνῃ τελειοῦται.