Ἰουνίου Ϛ’ (6η)

Τῇ Ϛ’ (6ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ νέου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων.

Ἱλαρὸς ὢν πνεύματι σύ, Ἱλαρίων,
Ἱλαρὸς ἐν σώματι ἦς καὶ καρδίᾳ·
Βῇ δ’ ἐς Ὄλυμπον Ἱλαρίωνος κέαρ ἁγνὸν ἐν ἔκτῃ.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος πατὴρ ἡμῶν ΑΤΤΑΛΟΣ ὁ θαυματουργός, ἐν εἰρήνῃ τελειοῦται.

Εἰ θαυματουργὸς Ἄτταλος ζῶν, οὐ ξένον.
Οὗ θαυματουργὸς ὕστερον καὶ χοῦς μόνος.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων πέντε παρθένων, ΜΑΡΘΑΣ, ΜΑΡΙΑΣ καὶ τῆς συνοδείας αὐτῶν, ἤτοι ΚΥΡΙΑΣ, ΒΑΡΕΡΙΑΣ καὶ ΜΑΡΚΙΑΣ. Τελεῖται δέ ἡ αὐτῶν Σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν οἴκῳ, τῷ ὄντι ἐν τοῖς Βασιλίσκου.

Κόρας φρονίμους πέντ’ ἔφη Θεὸς Λόγος,
Προϊστορῶν σοι τάσδε πέντε Παρθένους.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος ΓΕΛΑΣΙΟΣ ξίφει τελειοῦται.

Γελᾷς γέλωτα τὸν μακάριον, μάκαρ,
Τμηθεὶς κεφαλήν, ὦ Γελάσι’ εὐθύφρον.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ ὅσιος ΑΝΟΥΒ ὁ σημειοφόρος ἐν εἰρήνῃ τελειοῦται.

Σημειοποιὸν καὶ θανὼν Ἀνοὺβ χάριν,
Τοῖς ζῶσιν ὡς ζῶν μέχρι δεῦρο δεικνύει [1].

 

Ὁ Ὅσιος ΦΩΤΑΣ ἐν εἰρήνῃ τελειοῦται.

Τῶν ἀρετῶν τὰ φῶτα Φώταν τὸν μέγαν,
Καὶ νεκρὸν αὐγάζοντα πᾶσι μηνύει.

  

ΕΠΙΣΤΡΟΦΗ

    

Ὑποσημειώσεις

[1] Περὶ τοῦ ἀββᾶ Ἀνοὺβ βλέπε εἰς τὸ Λαυσαϊκόν, ἐν ᾧ ἀναφέρεται περὶ τοῦ ἀββᾶ Σούρου, Ἠσαΐου καὶ Παύλου, ὅτι αὐτοὶ μετέβησαν καὶ εὗρον τὸν ἀββᾶν Ἀνούβ, ὅστις συναντηθεὶς μετ’ αὐτῶν εἶπε τὰ ἀληθῶς θαυμαστὰ κατορθώματά του. Ἤτοι ὅτι, ἀφοῦ ἤρχισε νὰ ὀνομάζῃ τὸ ὄνομα τοῦ Δεσπότου Χριστοῦ, δὲν ἐξῆλθε ψεῦδος ἀπὸ τὸ στόμα του. Ὅτι, ἀφοῦ ἀνεχώρησεν εἰς τὴν ἔρημον δὲν ἔφαγε τροφὴν ἀνθρωπίνην, ἀλλ’ ἐκείνην τὴν ὁποίαν τῷ ἔφερεν Ἄγγελος Κυρίου. Ὅτι δὲν ἐπεθύμησεν ἄλλο τι εἰς τὸν κόσμον, εἰ μὴ μόνον τὸν Θεόν. Ὅτι ὅσα ἔγιναν ἐπὶ τῆς γῆς ἀπεκάλυψεν εἰς αὐτὸν ὁ Θεός. Ὅτι ὕπνος καὶ ἄνεσις ἡμέραν καὶ νύκτα ἦτο δι’ αὐτὸν τὸ νὰ ζητῇ τὴν ἀπόλαυσιν τοῦ Θεοῦ. Ὅτι ὅσα αἰτήματα ἐζήτησεν ἀπὸ τὸν Θεὸν πάντα τῷ παρεχώρησεν. Ὅτι ἦλθεν εἰς ἔκστασιν καὶ εἶδε πολλὰς μυριάδας Ἁγίων, παρισταμένων ἐνώπιον τοῦ Θεοῦ, χοροὺς Μαρτύρων, τάγματα δικαίων, τάξεις Ὁσίων καὶ Ἀσκητῶν, οἵτινες ἅπαντες ἐν μελῳδικῇ φωνῇ ὕμνουν τὸν Θεὸν μὲ ἄρρητον εὐφροσύνην. Ὅτι εἶδε τὸν σατανᾶν, ὅτι παρεδίδετο εἰς τὸ πῦρ τὸ αἰώνιον μὲ ὅλους τοὺς ὑπηρέτας του. Αὐτὸς εἶπε καὶ πόσην ἀγαλλίασιν μέλλουν νὰ ἔχωσιν εἰς τὸν Παράδεισον ὅσοι ἐκπληροῦσι τὰς ἐντολὰς τοῦ Κυρίου. Ὅθεν μετὰ τρεῖς ἡμέρας παρέδωκε τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ καὶ οἱ ἀνωτέρω Πατέρες ἤκουσαν τοὺς ὕμνους τῶν Ἀγγέλων, οἴτινες παρέλαβον τὴν ἁγίαν αὐτοῦ ψυχήν.

Τούτου τοῦ Ὁσίου Ἀνοὺβ πολλὰ ἀποφθέγματα γράφονται ἐν τῷ Παραδείσῳ τῶν Πατέρων καὶ ἐν τῷ Εὐεργετινῷ (βλέπε ἡμετέρα ἔκδοσιν τοῦ ἔργου εἰς τέσσαρας τόμους μετὰ μεταφράσεως).