✥ Τῇ Ε’ (5ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΣΑΒΒΑ τοῦ Ἡγιασμένου.
Ψυχὴν ὄπισθεν τοῦ Θεοῦ κολλῶν πάλαι,
Ἔμπροσθεν αὐτοῦ νῦν παρίσταται Σάββας.
Θεσπεσίοιο πόλου πέμπτῃ Σάββας ἐντὸς ἐσήχθης.
Τὸν κατὰ πλάτος Βίον τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου συνέγραψεν Ἑλληνιστὶ ὁ μαθητὴς αὐτοῦ Κύριλλος ὁ Σκυθοπολίτης, πολυγραφώτατος Μοναχός, ὅστις συνέγραψε καὶ ἄλλους πολλοὺς Βίους Παλαιστινῶν Ὁσίων, ὡς καὶ ἐν τῷ Βίῳ τοῦ Ὁσίου Ἰωάννου τοῦ Ἡσυχαστοῦ ὑποσημειοῦμεν. Ὀ Κύριλλος, ἐπιφημιζόμενος διὰ τὴν ἀξιοπιστίαν τῶν συγγραμμάτων του, διηγεῖται ἐν τῷ Βίῳ τοῦ Ὁσίου Εὐθυμίου τοῦ Μεγάλου, ὅτι διὰ τὴν συγγραφὴν τῶν Βίων τῶν μεγάλων τούτων Ὁσίων Εὐθυμίου καὶ Σάββα προσετάχθη τὸ πρῶτον ὑπὸ τοῦ Ὁσίου Ἰωάννου τοῦ Ἡσυχαστοῦ Ἐπισκόπου Κολωνίας, ἐν ζωῇ τότε εὑρισκομένου, ἐπειδὴ δὲ ἠμέλει τοῦ ἔργου προσετάχθη καὶ δεύτερον καθ’ ὕπνους ὑπ’ αὐτῶν τῶν ἰδίων Ὁσίων (βλέπε ἐν τῷ τέλει τοῦ Βίου τοῦ Ὁσίου Εὐθυμίου, ἐν τόμῳ Αʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ», ὡς καὶ ἐν τῇ ὑποσημειώσει τῆς ἀρχῆς τοῦ αὐτοῦ Βίου). Τὸν ὑπὸ τοῦ Κυρίλλου συγγραφέντα Βίον περισυλλέξας ὁ Μεταφραστὴς Συμεὼν ἐπεξειργάσθη καὶ συμπεριέλαβεν εἰς τὴν συλλογὴν αὐτοῦ, ἔστι δὲ αὐτοῦ ἡ ἀρχή· «Οὐδὲν οὕτω κινῆσαι ψυχὴν» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ Μονῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Τοῦτον ἐξέδωκεν εἰς τύπον ὁ Ἱερὸς Ἀγάπιος ὁ Κρής, ἐν τῷ βιβλίῳ αὐτοῦ «Παράδεισος», ἐξ οὗ παραληφθεὶς ὑφ’ ἡμῶν καταχωρίζεται ἐνταῦθα διεσκευασμένος κατὰ τὴν φράσιν. Κατὰ τὸν Κύρου Θεοδώρητον (ἐν ἀριθμῷ δευτέρῳ τῆς Φιλοθέου Ἱστορίας), τὸ ὄνομα Σάββας εἶναι Συριακόν, ἑρμηνεύεται δὲ εἰς τὴν Ἑλληνικὴν γλῶσσαν πρεσβύτης, ἤτοι γέρων. Περὶ τοῦ Ἱεροῦ Λειψάνου τοῦ Ὁσίου Σάββα βλέπε ἐν τῷ τέλει τοῦ Βίου, ἐν τῇ ὑποσημειώσει. Τὸ σῳζόμενον Τυπικὸν τῆς Ἐκκλησιαστικῆς Ἀκολουθίας ἐκ τῆς Μονῆς τοῦ Ὁσίου τούτου ἔλαβε τὴν ἀρχήν.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΝΑΣΤΑΣΙΟΥ.
Ἀναστάσιε, πῦρ λαβὼν Θεοῦ Λόγου,
Προὔδωκας ἐχθροῖς σαυτὸν εὐθὺς τεθνάναι.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Ὁ Ὅσιος ΓΡΑΤΟΣ ἐν εἰρήνῃ τελειοῦται.
Ἠλπίζετο ζῶν Ἄγγελος πεφυκέναι,
Ἀλλ’ ἐκθανὼν ἄνθρωπος ἠλέγχθη Γράτος.
✥ Ὁ Ἅγιος Μάρτυς ΔΙΟΓΕΝΗΣ λιθοβοληθεὶς τελειοῦται.
Χαίρων ὑπ’ ἀνδρῶν ἐνδιδύσκεται πλάνων,
Χιτῶνα Μάρτυς λάϊνον Διογένης.
✥ Ὁ Ἅγιος Μάρτυς ΑΒΕΡΚΙΟΣ ξίφει τελειοῦται.
Ἔπαθλον Ἀβερκίῳ τῆς τομῆς μέγα,
Οὐ γὰρ κότινος, οὐρανὸς δὲ τὸ στέφος.
✥ Ὁ Ὅσιος ΝΟΝΝΟΣ ἐν εἰρήνῃ τελειοῦται.
Φυγόντα Νόννον ἀντικειμένου πὲδην,
Πεδοῦσι νεκρὸν κείμενον ταῖς κειρίαις.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΝΕΚΤΑΡΙΟΥ τοῦ εἰς τὸ Κελλίον τῶν Ἀρχαγγέλων τὸ καλούμενον Ἰάγαρις, κείμενον κατὰ τὰς Καρεὰς τοῦ Ἄθω, ἀσκήσαντος ἐν ἔτει ͵αυο’ (1470).
Ὁ Νεκτάριος πικρίαν πιὼν βίου,
Νέκταρ πίνει νῦν ἀμβροσίας τῆς ἄνω.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Ὁ Ὅσιος ΦΙΛΟΘΕΟΣ ὁ Καρεώτης ὁ χρηματίσας Πνευματικὸς Πατὴρ τοῦ ἀνωτέρω Νεκταρίου, ὁ καὶ προορατικοῦ χαρίσματος ἠξιωμένος, ἐν εἰρήνῃ τελειοῦται.
Φιλῶν Θεὸν σύ, Φιλόθεε τρισμάκαρ,
Θεοῦ προσώπῳ νῦν παρίστασαι ἄνω.
Τὴν Ἀκολουθίαν τοῦ Ὁσίου Φιλοθέου τοῦ Καρεώτου ἐποίησεν ὁ Ὑμνογράφος Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.
✥ Οἱ Ἅγιοι Ὁσιομάρτυρες οἱ ἐν τοῖς κελλίοις τοῦ Ἄθω κατοικοῦντες, οἱ τοὺς λατινόφρονας ἐλέγξαντες, τὸν βασιλέα, φημί, Μιχαὴλ καὶ τὸν Πατριάρχην Βέκκον, ὧν ὁ μὲν πρῶτος ἀπηγχονίσθη, οἱ δὲ λοιποὶ ξίφει ἐτελειώθησαν.
Τῇ τῶν Ὁσίων πληθύϊ γνώμη μία,
Ὑπὲρ πατρῴων δογμάτων τεθνηκέναι.
ΕΠΙΣΤΡΟΦΗ