Αὐγούστου Α’ (1η)

Τῇ Α’ (1ῃ) τοῦ μηνὸς Αὐγούστου μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων Μακκαβαίων ΑΒΕΙΜ, ΑΝΤΩΝΙΟΥ, ΓΟΥΡΙΟΥ, ΕΛΕΑΖΑΡΟΥ, ΕΥΣΕΒΩΝΑ, ΑΚΕΙΜ καὶ ΜΑΡΚΕΛΛΟΥ, τῆς μητρὸς αὐτῶν ΣΟΛΟΜΟΝΗΣ καὶ τοῦ διδασκάλου αὐτῶν ΕΛΕΑΖΑΡΟΥ.

Εἰς τὸν Ἐλεάζαρον·

Πρῶτος πρὸ Χριστοῦ πῦρ στέγων Ἐλεάζαρ,
Ἀθλήσεως προὔθηκε τοῖς ἄλλοις ἴχνη.

Εἰς τὴν Σολομονήν·

Πρώταθλον ἄλλην καὶ πρὸ τῆς Θέκλης ἔχω,
Τὴν Σολομονήν, ἥν πρὸ Χριστοῦ πῦρ φλέγει.

Εἰς τοὺς ἑπτὰ Μακκαβαίους·

Ἐξ ἑβδόμης πέμπουσι παίδων ἑπτάδα,
Ἀρθρέμβολα, φλὸξ καὶ τροχοὶ πρὸς ὀγδόην.
Καῦσαν ἐνὶ πρώτῃ Σολομονὴν ἑπτά τε υἷας.

Σημείωσαι, ὅτι ὁ μὲν Θεολόγος Γρηγόριος ἕνα ἐγκωμιαστικὸν λόγον πλέκει εἰς τὰς μαρτυρικὰς κεφαλὰς τῶν Ἁγίων τούτων Μακκαβαίων, οὗ ἡ ἀρχή· «Τί δὲ οἱ Μακκαβαῖοι;» ὁ δὲ Χρυσόστομος τρεῖς λόγους συνέγραψε, περιεχομένους ἐν τῷ πέμπτῳ τόμῳ τῆς ἐν Ἐτώνῃ ἐκδόσεως καὶ πεντηκοστῷ τῆς ἐκδόσεως Migne, ὧν τοῦ μὲν πρώτου ἡ ἀρχή· «Ὡς φαιδρὰ καὶ περιχαρὴς ἡμῖν», τοῦ δευτέρου· «Ἅπαντας μὲν οὐν ἐγκωμιάσαι», ὃν καὶ παραθέτομεν ἀνωτέρω· τοῦ δὲ τρίτου· «Καὶ τοῖς Μάρτυσιν ὁρῶν». Ἀξιόλογον δὲ εἶναι ἐκεῖνο, τὸ ὁποῖον γράφει περὶ αὐτῶν ὁ ρηθεὶς Γρηγόριος «Οἱ πρὸ τῶν Χριστοῦ παθῶν μαρτυρήσαντες, τί ποτε δράσειν ἔμελλον μετὰ Χριστὸν διωκόμενοι, καὶ τὸν ἐκείνου ὑπὲρ ἡμῶν μιμούμενοι θάνατον. Εἰ γὰρ χωρὶς ὑποδείγματος τοιοῦτοι καὶ τοσοῦτοι τὴν ἀρετήν, πῶς οὐκ ἂν ὤφθησαν γενναιότεροι μετὰ τοῦ ὑποδείγματος κινδυνεύοντες; Καὶ ἅμα μυστικός τις καὶ ἀπόρρητος οὗτος ὁ λόγος, σφόδρα πιθανὸς ἐμοὶ γοῦν καὶ πᾶσι τοῖς φιλοθέοις, μηδένα τῶν πρὸ τῆς Χριστοῦ παρουσίας τελειωθέντων δίχα τῆς εἰς Χριστὸν πίστεως τούτου τυχεῖν· ὁ γὰρ Λόγος ἐπαρρησιάσθη μὲν ὕστερον καιροῖς ἰδίοις, ἐγνωρίσθη δὲ καὶ πρότερον τοῖς καθαροῖς τὴν διάνοιαν». Σημείωσαι, ὅτι τὸ λείψανον τῆς Ἁγίας Σολομονῆς σῴζεται ὁλόκληρον ἐν τῷ Πατριαρχείῳ τῆς Κωνσταντινουπόλεως. Εἰς τὸ Μαρτύριον τούτων λόγον συνέγραψεν ὁ Ἰώσηπος, οὗ ἡ ἀρχή· «Φιλοσοφώτατον λόγον ἐπιδείκνυσθαι μέλλων». Εὑρίσκεται δὲ ἐν τῇ Μεγίστῃ Λαύρᾳ καὶ ἕτερος λόγος συντομώτερος πρὸς αὐτούς, οὗ ἡ ἀρχή· «Ὅτι τῶν παθῶν αὐτοκράτωρ ὁ λογισμός».

ΣΥΝΑΞΑΡΙΟΝ
ΟΜΙΛΙΑ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων ἐννέα Μαρτύρων, τῶν ἐν Πέργῃ τῆς Παμφυλίας ἀθλησάντων, ΛΕΟΝΤΙΟΥ, ΑΤΤΟΥ, ΑΛΕΞΑΝΔΡΟΥ, ΚΙΝΔΕΟΥ, ΜΝΗΣΙΘΕΟΥ, ΚΥΡΙΑΚΟΥ, ΜΗΝΑΙΟΥ, ΚΑΤΟΥΝΟΥ καὶ ΕΥΚΛΕΟΥΣ.

Ἐκ Παμφυλίας ἐννὰς ἐτμήθη ξίφει,
Μίαν φυλὴν ζητοῦσα, τὴν τῶν Μαρτύρων.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος ΠΑΠΑΣ ὁ νέος, εἰς σάκκον βληθείς, καὶ θίβῃ ἐγκλεισθείς, καὶ εἰς θάλασσαν ριφθείς, τελειοῦται.

Σάκκος Πάπαν ἔκρυψε, καὶ σάκκον θίβη,
Καὶ τὴν θίβην ροῦς, καὶ Πάπας Θεοῦ πέλας.

 

Ὁ Ἅγιος Μάρτυς ΕΛΕΑΖΑΡΟΣ πυρὶ τὴν κεφαλὴν καταφλεχθεὶς τελειοῦται.

Καυτηριασθεὶς Ἐλεάζαρος κάραν,
Ψυχοβλαβῶν ἀπῆλθε κρείττων ρευμάτων.

 

Ὁ Ἅγιος Μάρτυς ΚΗΡΥΚΟΣ ξίφει τελειοῦται.

Τοῦ δημίου φήσαντος, οὐ τμηθῇς θύων,
Κλίνας κάραν Κήρυκος εἶπεν· οὐ θύω.

 

Ὁ Ἅγιος Μάρτυς ΘΕΟΔΩΡΟΣ ξίφει τελειοῦται.

Τῷ Θεοδώρῳ θεῖος ἐνσκήπτει πόθος,
Τυχεῖν ποθεινῶν δωρεῶν διὰ ξίφους.

 

Ὁ Ἅγιος Μάρτυς ΠΟΛΥΕΥΚΤΟΣ ἐν κοπρίᾳ χωσθεὶς τελειοῦται.

Ἰὼβ καθέδραν, φημὶ δὴ τὴν κοπρίαν,
Ὁ Πολύευκτος εἶχεν εἰς τιμωρίαν.

 

Μνήμη τῶν Ἁγίων Μαρτύρων ΜΗΝΟΥ καὶ ΜΗΝΑΙΟΥ, καὶ τῶν λοιπῶν ἐν τῷ Βιγλεντίῳ πλησίον τοῦ χαλκοῦ Τετραπύλου.

Μήνης κατοικεῖ, συγκάτοικον νῦν ἔχων
Μηναῖον, ἔνθα οὐδαμῶς μήνη πέλει.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος καὶ ἀθλοφόρου τοῦ Χριστοῦ ΕΛΕΣΗΣ τῆς ἐν τῇ νήσῳ τῶν Κυθήρων ἐν ἔτει τοε’ (375) ἀθλησάσης.

Ἔλεος σὺ δέδοσαι παρὰ Κυρίου,
Τῇ σῇ μητρί, παρθένε Μάρτυς Ἐλέσα.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΤΙΜΟΘΕΟΥ, Ἀρχιεπισκόπου Προκοννήσου (Προικοννήσου) τοῦ θαυματουργοῦ.

Τὸν Τιμόθεον, τὸν Προικοννήσου θύτην,
Τιμᾷ Θεὸς πρὶν νῦν τε θαυματουργίαις.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ἀπὸ ταύτης τῆς ἡμέρας ἀρχόμεθα τῆς νηστείας τῆς Θεοτόκου.

    

ΕΠΙΣΤΡΟΦΗ