© 2026 Ἐκδόσεις Συναξαριστὴς
Created by Attenzo

Ἰουνίου ΙϚ’ (16η)

✥ Τῇ ΙϚ’ (16ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΤΥΧΩΝΟΣ Ἐπισκόπου Ἀμαθοῦντος τῆς νήσου Κύπρου τοῦ θαυματουργοῦ.

Βλάβην ὀλεθρεύοντος ἐκφυγὼν Τύχων,
Ζωῆς τυχὼν γέγηθε τῆς ἀνωλέθρου,
Ἕκτῃ καὶ δεκάτῃ κατερύκακε [1] γάϊα Τύχωνα.

ΣΥΝΑΞΑΡΙΟΝ

    

✥ Ὁ Ἅγιος Ἰερομάρτυς ΜΑΡΚΟΣ Ἐπίσκοπος Ἀπολλωνιάδος, λίθων ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαρτηθέντων, τελειοῦται.

Ζυγὸς σύ, Μάρκε, τῷ βάρει τῷ τῶν λίθων,
Τὰς χεῖρας ὡς πλάστιγγας ἐκκρεμῶν κάτω.

   

✥ Οἱ Ἅγιοι ΠΕΝΤΕ ΜΑΡΤΥΡΕΣ οἱ ἐν Νικομηδείᾳ ξίφει τελειοῦνται.

Πίπτει συνάθλων πενταπύργιον μέγα,
Σεισμῷ κλονηθὲν τῷ ξίφει τοῦ δημίου.

   

✥ Οἱ Ἅγιοι ΤΕΣΣΑΡΑΚΟΝΤΑ Μάρτυρες οἱ Ρωμαῖοι πυρὶ τελειοῦνται.

Πῦρ πεντέπεντε, πεντεπέντε γεννάδας,
Καὶ πεντεπεντέπεντε, καὶ πέντε φλέγει.

    

ΕΠΙΣΤΡΟΦΗ

      

Ὑποσημειώσεις

[1] Κατερύκακε· κατέσχε.