Μαΐου ΚΕ’ (25η)

  Τῇ ΚΕ’ (25ῃ) τοῦ αὐτοῦ μηνὸς ἡ τρίτη εὕρεσις τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ ΙΩΑΝΝΟΥ.

Φωνὴ βοῶντος γῆς μυχῷ κεκρυμμένη,
Τῆς γῆς ραγείσης πᾶσιν ἤχησε ξένως.
Εἰκάδα δὲ Προδρόμοιο κάρην εὗρον κατὰ πέμπτην.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς ΚΕΛΕΣΤΙΝΟΣ σιδήρῳ τὰς πτέρνας περιπαρεὶς τελειοῦται.

Πτέρνας σιδήροις ἐμπαρεὶς Κελεστῖνος,
Τὸν πτερνοτήρην συντρίβει πατῶν ὄφιν.

 

Ὁ Ὅσιος ΟΛΒΙΑΝΟΣ ἐν εἰρήνῃ τελειοῦται.

Τὸν Ὀλβιανόν, οὗ πανόλβιος βίος,
Πανολβίαν λαχόντα τὴν λῆξιν γράφω.

    

ΕΠΙΣΤΡΟΦΗ