Αὐγούστου ΙΗ’ (18η)

Τῇ ΙΗ’ (18ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΦΛΩΡΟΥ καὶ ΛΑΥΡΟΥ.

Δίψη τελευτῆς τῆς ὑπὲρ Θεοῦ Λόγου
Χωροῦσι Φλῶρος καὶ Λαῦρος πρὸς τὸ φρέαρ.
Φλώρῳ ἅμ’ ὀγδοάτῃ δεκάτῃ φρέαρ εἰσέδυ Λαῦρος.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ἡ τῶν ΑΓΙΩΝ ΠΕΝΗΤΩΝ πληθύς, ἡ τὰ εἴδωλα συντρίψασα, πυρὶ τελειοῦται.

Πένητες ἄνδρες πλοῦτον εὗρον ἀθρόον,
Τὸ σύντροφον δὸς εἰς τὸ πῦρ λελοιπότες.

 

Τῇ αὐτῆ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΕΡΜΟΥ, ΣΕΡΑΠΙΩΝΟΣ καὶ ΠΟΛΥΑΙΝΟΥ.

Εἰς τὸν Ἕρμον·

Ἕρμῳ βιαίως ἐν πέτραις σεσυρμένῳ
Ὑπῆρξε πέτρα προσφυγὴ λαγῷ Πόλος.

Εἰς τὸν Σεραπίωνα·

Τὸν ἐν πέτραις πάνδεινον ἑλκυσμὸν φέρει
Καὶ Σεραπίων, ὁ πλέον στερρὸς πέτρας.

Εἰς τὸν Πολύαινον·

Ὁ Πολύαινος αἷμα χεῖ συρεὶς πέτραις,
Ὑπὲρ Χριστοῦ χέαντος ἐκ πέτρας ὕδωρ.

ΕΡΜΟΣ, ΣΕΡΑΠΙΩΝ καὶ ΠΟΛΥΑΙΝΟΣ οἱ Μάρτυρες, Ρωμαῖοι ὄντες, διεβλήθησαν ὑπὸ τῶν ἀπίστων, ὅτι σέβονται μὲν τον Χριστόν, μισοῦσι δε καὶ ἀποστρέφονται τὰ εἴδωλα. Ὅθεν παρεστάθησαν εἰς τὸν ἔπαρχον τῆς Ρώμης καὶ ὁμολογήσαντες παρρησίᾳ τὴν εἰς Χριστὸν πίστιν, πρῶτον μὲν ἐγκαθείρχθησαν ἐντὸς σκοτεινῆς καὶ δυσώδους φυλακῆς, εἶτα δὲ ἐκβληθέντες ἐκεῖθεν, ἀλλὰ μὴ θελήσαντες νὰ θυσιάσωσιν εἰς τὰ εἴδωλα, ἐσύρθησαν εἰς πετρώδεις καὶ δυσβάτους τόπους, οὕτω δὲ ἐν τῇ βασάνῳ ταύτῃ παρέδωκαν τὰς ψυχάς των εἰς χεῖρας Θεοῦ, παρ’ οὗ ἔλαβον τῆς ἀθλήσεως τοὺς ἀμαράντους στεφάνους.

 

Μνήμη τῆς Ἁγίας Μάρτυρος ΙΟΥΛΙΑΝΗΣ πλησίον τοῦ Στροβίλου.

Ἰουλιανὴν ἦραν ἐντεῦθεν Νόες,
Τῷ Μαρτυρίου αἵματι κοσμουμένην.

 

Μνήμη τοῦ Ἁγίου Μάρτυρος ΛΕΟΝΤΟΣ, ὃς ἤθλησε κατὰ τὴν θάλασσαν πλησίον Μύρων τῆς Λυκίας.

Λέων κατὰ θάλασσαν ἀθλήσας κάτω,
Θάλασσαν εὗρεν ἀγαθῶν ἐν τῷ Πόλῳ.

 

Οἱ Ἅγιοι Τέσσαρες ΟΣΙΟΙ ἀσκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.

Ἀδελφότης θνῄσκουσιν ἀνδρῶν τεσσάρων,
Τὰ κῶλα θέντων εἰς ἐρημίαν μίαν.

 

Οἱ ἐν Ἁγίοις Πατέρες ἡμῶν ΓΕΩΡΓΙΟΣ καὶ ΙΩΑΝΝΗΣ Πατριάρχαι Κωνσταντινουπόλεως ἐν εἰρήνῃ τελειοῦνται. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ ἐκκλησίᾳ.

Εἰς τὸν Γεώργιον [1]·

Ὁ Γεώργιος, ὡς κελεύεις, Χριστέ μου,
Ἔφασκε θνήσκων, ἔρχομαι κληθεὶς ἄνω.

Εἰς τὸν Ἰωάννην·

Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας,
Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν ΒΑΡΝΑΒΑ καὶ ΣΩΦΡΟΝΙΟΥ τοῦ ἀνεψιοῦ αὐτοῦ τῶν Ἀθηναίων καὶ ΧΡΙΣΤΟΦΟΡΟΥ τοῦ Τραπεζουντίου τῶν ἐν τῷ ὄρει τοῦ Μελᾶ ἀσκησάντων καὶ ἐν εἰρήνῃ τελειωθέντων.

Βαρνάβας, Σωφρόνιος καὶ Χριστοφόρος
Χριστοῦ φίλοι ὤφθησαν βίῳ ἐνθέῳ.

Ἐκ τοῦ «Νέου Λειμωναρίου» διεσκευασμένον κατὰ τὴν φράσιν.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν ΣΩΦΡΟΝΙΟΥ, τοῦ ἐν τῇ Σκήτῃ τῆς ἁγίας Ἄννης, τῇ οὔσῃ ἐν τῷ ἁγιωνύμῳ Ὄρει τοῦ Ἄθω, ἀσκητικῶς διαλάμψαντος.

Βιώσας, Σωφρόνιε, ὧδε σωφρόνως
Δόξης θείας ἔτυχες ἐν τοῖς ὑψίστοις.
Ὀγδοάτῃ δεκάτῃ Σωφρονίοιο ἄεθλα ᾔδειν.

Ὁ Βίος τοῦ Ὁσίου τούτου Σωφρονίου πρῶτον ἤδη τύποις ἐκδίδοται, ἀποσταλεὶς ἡμῖν παρὰ τοῦ Ὁσιολογιωτάτου ἐν Μοναχοῖς κ. Γερασίμου Μικραγιαννανίτου. Εἰς τὸν Ὅσιον Σωφρόνιον πλήρη καὶ πανηγυρικὴν Ἀκολουθίαν μετὰ δύο Κανόνων συνέταξεν ὁ αὐτὸς Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

   

ΕΠΙΣΤΡΟΦΗ

    

Ὑποσημειώσεις

[1] Ὁ Γεώογιος οὗτος ἐχρημάτισε Πατριάρχης ἐπὶ Κωνσταντίνου τοῦ Πωγωνάτου, ἐν ἔτει 680, ἐπὶ τοῦ αὐτοῦ δὲ βασιλέως ἦτο καὶ ὁ Ἰωάννης, ἐν ἔτει 668.