Μαΐου ΙΘ’ (19η)

 Τῇ ΙΘ’ (19ῃ) τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΠΑΤΡΙΚΙΟΥ καὶ τῶν σὺν αὐτῷ ΑΚΑΚΙΟΥ, ΜΕΝΑΝΔΡΟΥ καὶ ΠΟΛΥΑΙΝΟΥ.

Εἰς τὸν Πατρίκιον·

Ἐφεῦρε Πατρίκιος ἐκτμηθεὶς κλέος,
Ὑπὲρ κλέος πᾶν πατρικίων γηΐνων.

Εἰς τὸν Ἀκάκιον·

Καλοῦ μετέσχες, Ἀκάκιε, τοῦ τέλους,
Ἀθλητικὸν γὰρ τοῦτό σοι διὰ ξίφους.

Εἰς τὸν Μένανδρον καὶ Πολύαινον·

Πολύαινος, Μένανδρος ἐκτετμημένοι,
Πολλῶν ἐπαίνων ἀξιούσθων ἀξίως.
Ἐννεακαιδεκάτῃ τάμε Πατρίκιον ξίφος ὀξύ.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΜΕΜΝΟΝΟΣ τοῦ Θαυματουργοῦ.

Ὑπνοῖ τι μικρὸν ἁρπαγὴν τὴν ἐσχάτην,
Τὴν εἰς ἁπαντὴν τοῦ Θεοῦ, Μέμνων μένων.

Ἡ κυρίως μνήμη τοῦ Ὁσίου τούτου Μέμνονος τελεῖται κατὰ τὴν κηʹ (28ην) Ἀπρι- λίου, ἐν ᾗ βλέπε καὶ τὸ Συναξάριον αὐτοῦ ἐν τόμῳ Δʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΚΟΛΟΥΘΟΥ.

Ὁ Μάρτυς Ἀκόλουθος, ὡς πρὸς παστάδα,
Ἐπηκολούθει τοῖς ἄγουσι πρὸς φλόγα.

ΑΚΟΛΟΥΘΟΣ ὁ Ἅγιος Μάρτυς ἤκμασε κατὰ τοὺς χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ τοῦ βασιλεύσαντος κατὰ τὰ ἔτη σπϛ’-τε’ (286-305), καταγόμενος ἐκ τῆς Θηβαΐδος τῆς Αἰγύπτου, τῆς ἐν Ἑρμουπόλει. Οὗτος, διὰ τὴν Πίστιν καὶ ὁμολογίαν τοῦ Χριστοῦ, ὁδηγηθεὶς πρὸς τὸν ἐκεῖ εὑρισκόμενον ἡγεμόνα, ἐπειδὴ οὔτε μὲ κολακείας ἐδελεάσθη οὔτε ἐκ τῶν ἀπειλῶν ἐδειλίασε, πρῶτον μὲν ἐδέχθη εἰς τὸν λαιμόν του βαρεῖαν πέτραν, κατόπιν δὲ τὴν ἀπόφασιν νὰ θανατωθῇ διὰ πυρός. Οὕτω, φλεχθεὶς ὁ άοίδιμος, ἐκομίσατο τὸν στέφανον τοῦ Μαρτυρίου.

 

Ἡ Ἁγία Μάρτυς ΚΥΡΙΑΚΗ πυρὶ τελειοῦται.

Αἰώνιον φεύγουσα πῦρ ἐχεφρόνως,
Κυριακὴ πρόσκαιρον ἡδέως φέρει.

 

Ἡ Ἁγία Μάρτυς ΘΕΟΤΙΜΗ ξίφει τελειοῦται.

Τιμὴ Θεὸς πέφυκε τῇ Θεοτίμῃ
Ἣν τιμίαν τίθησι Μάρτυρα ξίφος.

   

ΕΠΙΣΤΡΟΦΗ