✥ Τῇ ΚΕ’ (25ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος ΦΕΒΡΩΝΙΑΣ.
Προὶξ τῇ γυναικῶν καλλονῇ Φεβρωνίᾳ
Τομὴ κεφαλῆς· ὡς καλή σοι προίξ, γύναι!
Δῶκε δὲ Φεβρωνίη ξίφει αὐχένα εἰκάδι πέμπτῃ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΟΡΕΝΤΙΟΥ καὶ τῶν ἓξ γνησίων αὐτοῦ ἀδελφῶν ΦΑΡΜΑΚΙΟΥ, ΕΡΩΤΟΣ, ΦΙΡΜΟΥ, ΦΙΡΜΙΝΟΥ, ΚΥΡΙΑΚΟΥ καὶ ΛΟΓΓΙΝΟΥ.
Εἰς τὸν Ὀρέντιον·
Ἐκδὺς θαλάσσης ζῶν Ὀρέντιος βάθους,
Ἐν γῇ τελευτᾷ καὶ πρὸς οὐρανὸν τρέχει.
Εἰς τὸν Φαρνάκιον·
Ἄρας ὁ Φαρνάκιος ἐκ γῆς πηλίνης,
Ἀνῆλθεν εἰς ἔδαφος οἴκου Κυρίου.
Εἰς τὸν Ἔρωτα·
Ἐρῶν ὑπῆρχεν οὐρανῶν κάλλους Ἔρως,
Πρὸς οὓς μεταστάς, ὥσπερ ἦρα, χαιρέτω.
Εἰς τὸν Φίρμον καὶ Φιρμῖνον·
Θρόνοι νοητοὶ Φιρμῖνος τε καὶ Φίρμος,
Οἷς ἐγκάθηται Βασιλεὺς τῶν Ἀγγέλων.
Εἰς τὸν Κυριακὸν καὶ Λογγῖνον·
Κυριακὸν καὶ Λογγῖνον, ὡς ἰσαγγέλους,
Θεὸς τίθησιν ἰσοτίμους Ἀγγέλοις.
✥ Ἡ ἀνάμνησις τῆς ὑπὲρ πᾶσαν ἐλπίδα καὶ διὰ πρεσβειῶν τῆς Ὑπεραγίας Θεοτόκου ἀπαλλαγῆς τῆς Κωνσταντινουπόλεως ἀπὸ τῆς τῶν ἀθέων Σαρακηνῶν ἐπιδρομῆς.
Πόλιν Σήν, Χριστέ, πρεσβείαις τῆς Μητρός Σου
Βαρβαρικῆς ἔσωσας πανωλεθρίας.
✥ Μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων ΛΕΩΝΙΔΟΣ, ΛΙΒΥΗΣ καὶ ΕΥΤΡΟΠΙΑΣ, τῆς μὲν διὰ πυρός, τῶν δὲ διὰ ξίφους τελειωθεισῶν.
Εἰς τὴν Λεωνίδα·
Πηδᾷ Λεωνὶς εἰς τὸ πῦρ τῆς καμίνου,
Ὡς εἰς τροφὴν λέαινα πεινῶσα σφόδρα.
Εἰς τὴν Λιβύην·
Κομμωτικόν τι βάμμα νύμφη Κυρίου,
Βάπτῃ, Λιβύη, δοῦσα τὴν δέριν ξίφει.
Εἰς τὴν Εὐτροπίαν·
Ὁ κόσμον αὐχῶν νοσσιᾶς συσχεῖν δίκην,
Ὑπ’ Εὐτροπίας παίζεται τετμημένης.
✥ Ὁ Ὅσιος ΣΙΜΩΝ ἐν εἰρήνῃ τελειοῦται.
Σορὸς Σίμωνι σαρκός ἐστιν ἑστία,
Πόλος δὲ τούτῳ πνεύματος κατοικία.
Ἄλλοτε πάλιν ἦλθεν ἄλλος ἄρχων ἵνα ἴδῃ αὐτόν, ἐπρόφθασαν δὲ οἱ κληρικοὶ καὶ εἶπον αὐτῷ· «Ἀββᾶ, ἑτοίμασον, ὅτι ὁ ἄρχων, ἀκούων περὶ τῆς φήμης σου, ἔρχεται νὰ εὐλογηθῇ παρὰ σοῦ». Ὁ δὲ Ὅσιος ἀπεκρίθη· «Ναί, ἐγὼ ἑτοιμάζω τὸν ἑαυτόν μου». Φορέσας λοιπὸν τὸ κεντώνιόν του, ἤτοι τὸ παλαιὸν φόρεμά του, τὸ μὲ πολλὰ κεντήματα καὶ ἐμβαλώματα ἐρραμμένον, καὶ λαβὼν εἰς τὴν χεῖρά του ἄρτον καὶ τυρόν, ἐτοποθετήθη εἰς τὴν θύραν τοῦ κελλίου του καὶ ἔτρωγεν. Ὁ δὲ ἄρχων μὲ τοὺς περὶ αὐτόν, βλέποντες αὐτὸν τρώγοντα, τὸν ἐξηυτέλισαν λέγοντες «οὗτος εἶναι ὁ περίφημος ἀναχωρητὴς, περὶ οὗ τοσαῦτα ἠκούομεν;» καὶ εὐθὺς ἀνεχώρησαν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου ΔΙΟΝΥΣΙΟΥ τοῦ κτίτορος τῆς ἐν τῷ Ὄρει τοῦ Ἄθω ἱερᾶς καὶ κοινοβιακῆς Μονῆς τοῦ Τιμίου Προδρόμου, ἐν εἰρήνῃ τελειωθέντος.
Κτίτωρ Μονῆς, σύ, τοῦ μεγίστου Προδρόμου
Δεχθεὶς ἐνοικεῖς νῦν Μοναῖς ταῖς τοῦ Πόλοι.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος καὶ πνευματοφόρος ΔΟΜΕΤΙΟΣ ὁ φίλος καὶ συνασκητὴς τοῦ ρηθέντος ἁγίου Διονυσίου, ὁ καὶ ποιμὴν καὶ Ἡγούμενος χρηματίσας τῆς αὐτῆς κοινοβιακῆς Μονῆς τοῦ Διονυσίου, ἐν εἰρήνῃ τελειοῦται.
Δόμους παρελθὼν τοὺς κάτω Δομέτιος,
Ἀνακτόροις νῦν ἐγχορεύει τοῖς ἄνω.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη καὶ ἄθλησις τοῦ Ἁγίου Ὁσιομάρτυρος ΠΡΟΚΟΠΙΟΥ, τοῦ ἀπὸ Βάρνης καταγομένου, καὶ ἀθλήσαντος ἐν Σμύρνῃ ἐν ἔτει ͵αωι’ (1810) ἀπὸ Χριστοῦ.
Ἀθλήσας στερρῶς, τὸν πρῴην τρώσαντά σε
Ἔτρωσας ἐχθρόν, Προκόπιε, καιρίως.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ ἐξ Ἀτταλείας μὲν καταγομένου ἐν Κρήνῃ δὲ τῆς Μικρᾶς Ἀσίας μαρτυρήσαντος καὶ δι’ ἀγχόνης κατὰ τὸ 1823 τελειωθέντος.
Χριστῷ γεωργῷ Γεώργιε, τῶν ὅλων
Ἀθλητικὴν ἤνεγκας νῦν γεωργίαν.
✥ Μνήμη τῶν ἁγίων καὶ θαυματουργῶν δουκῶν Μουρόμης ΠΕΤΡΟΥ καὶ ΦΕΒΡΩΝΙΑΣ τῶν διὰ τοῦ Ἀγγελικοῦ σχήματος μετονομασθέντων ΔΑΒΙΔ καὶ ΕΥΦΡΟΣΥΝΗΣ τῶν Ρώσων.