✥ Τῇ ΚΘ’ (29ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΚΥΡΙΑΚΟΥ τοῦ Ἀναχωρητοῦ.
Σκίλλης ἀμύνη, Κυριακέ, πικρίᾳ,
Γεῦσιν γλυκεῖαν, ᾗ θανεῖν κατεκρίθης.
Σκιλλοβόρος δ’ ἐνάτῃ μῦσεν εἰκάδι Κυριακός.
✥ Μνήμη τῶν ἐν Παλαιστίνῃ ἑκατὸν πεντήκοντα Ἁγίων ΜΑΡΤΥΡΩΝ. Καὶ τῶν Ἁγίων ΤΡΥΦΩΝΟΣ, ΤΡΟΦΙΜΟΥ καὶ ΔΟΡΥΜΕΔΟΝΤΟΣ.
Εἰς τοὺς ἑκατὸν πεντήκοντα·
Δεκὰς δεκαπλῆ Μαρτύρων καὶ πεντάκις
Δέκα ἀθλοῦσι καὶ κομίζονται στέφη.
Εἰς τὸν Τρύφωνα, Τρόφιμον καὶ Δορυμέδοντα·
Τρυφὴν τρόφιμον Τρόφιμός τε καὶ Τρύφων
Σὺν τῷ Δορυμέδοντι εὗρον τὴν ἄνω.
✥ Ἡ Ἁγία Μάρτυς ΠΕΤΡΩΝΙΑ ξίφει τελειοῦται.
Ξίφει κλίνασα τὴν κάραν Πετρωνία,
Ψυχῆς ἐρείδεις ὄμμα τῇ θείᾳ Πέτρᾳ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία Μάρτυς ΓΟΥΔΕΛΙΑ ξίφει τελειοῦται.
Σοὶ τὴν κεφαλὴν τῇ Κεφαλῇ τῶν ὅλων,
Χριστέ, προσῆξεν ἐκ ξίφους Γουδελία.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΓΟΒΔΕΛΑΑ, υἱοῦ Σαβωρίου βασιλέως Περσῶν.
Ὁ Γοβδελαᾶς πείρεται τοῖς καλάμοις,
Τὸν καλάμῳ τυφθέντα Χριστόν μου σέβων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν σὺν τῷ Ἁγίῳ ΓΟΒΔΕΛΑΑ, ἀθλησάντων ΔΑΔΑ, ΚΑΣΔΟΟΥ καὶ ΚΑΣΔΟΑΣ, τῆς θυγατρὸς τοῦ αὐτοῦ Σαβωρίου βασιλέως Περσῶν.
Εἰς τὸν Δάδαν·
Ξίφει μεληδὸν, σῶμα πᾶν τετμημένος,
Τὸ πνεῦμα σῳζεις, Μάρτυς Ὑψίστου, Δάδα.
Εἰς τὸν Κασδόον καὶ τὴν Κασδόαν·
Ἀθλοῦσιν ἄμφω Κασδόος καὶ Κασδόα,
Ὁ μὲν σπαθισθείς, ἡ δὲ θλασθεῖσα ξύλῳ.