✥ Τῇ Η’ (8ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν ΠΕΛΑΓΙΑΣ τῆς ἀπὸ ἑταιρίδων.
Αἴσχους πλυθεῖσα καὶ λιποῦσα τὸν σάλον,
Πρὸς ὅρμον ἥκεις οὐρανοῦ, Πελαγία.
Ὀγδοάτῃ ὑπάλυξε βίου πέλαγος Πελαγία.
Tὸν Βίον αὐτῆς συνέγραψεν ὁ Μεταφραστής, οὗ ἡ ἀρχή· «Γυναικείαν ἀρετὴν…» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Σημείωσαι ὅτι ὁ θεῖος Χρυσόστομος μὲ τὸ παράδειγμα ταύτης τῆς πρῴην πόρνης Πελαγίας παρακινεῖ τοὺς ἁμαρτωλοὺς νὰ μὴ ἀπελπίζωνται, ταῦτα λέγων· «Μηδεὶς τοίνυν, καὶ εἰς ἔσχατον κατενεχθῇ κακίας, ἀπογινωσκέτω τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν ράδιον γὰρ ἐξ αὐτῶν τῶν βαράθρων τῆς πονηρίας ἀνενεγκεῖν, καὶ ἀγγελικὸν ἐπιδείξασθαι βίον. Οὐκ ἠκούσατε, πῶς ἐκείνη ἡ πόρνη (ἡ Πελαγία) ἡ ἐν τῇ ἡμετέρᾳ, λέγω, πόλει (τῇ Ἀντιοχείᾳ) πάντας ἀπέκρυψεν ἐν εὐλαβείᾳ; βουληθεῖσα γὰρ καὶ μεταβληθεῖσα, καὶ τὴν τοῦ Θεοῦ Χάριν ἐπισπασαμένη, κατεφρόνησε τῶν παρόντων ἁπάντων· καὶ ρίψασα τοῦ διαβόλου τὰς μαγγανείας, πρὸς οὐρανὸν ἀνέδραμε». (Λόγος «Περὶ τοῦ μὴ προσηλῶσθαι τοῖς βιοτικοῖς», οὗ ἡ ἀρχή· «Φέρε δὴ καὶ σήμερον τοῦ περὶ κατανύξεως ἁψώμεθα λόγου…»).
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας ΠΕΛΑΓΙΑΣ τῆς Παρθένου.
Κρημνῷ φυγοῦσα κρημνὸν αἰσχύνης μέγαν,
Κρημνεῖς τὸν ἐχθρὸν εὐφυῶς, Πελαγία.
Εἰς τὴν Ἁγίαν ταύτην Πελαγίαν ἐγκώμιον θαυμαστὸν ἔπλεξεν ὁ ρητορικώτατος τοῦ Χρυσοστόμου κάλαμος, οὗ ἡ ἀρχή· «Εὐλογητὸς ὁ Θεός καὶ γυναῖκες θανάτου λοιπὸν καταπαίζουσι, καὶ κόραι…», κείμενον ἐν τῷ Εʹ τόμῳ τῆς ἐν Ἐτόνῃ ἐκδόσεως, καὶ ἐν τῷ 50ῷ τῆς Ἑλληνικῆς Πατρολογίας τοῦ ἀββᾶ Migne, στ. 579-584, ὅπου καὶ ἐγκωμιάζει αὐτὴν διὰ τὴν μεγάλην ἀνδρείαν ἣν ἔδειξε, κρημνισθεῖσα μόνη καὶ θανατώσασα τὸν ἑαυτόν της. Λέγει δὲ ἐκεῖ ὁ χρυσοῦς Ἅγιος, ὅτι ἀπατήσασα τοὺς στρατιώτας ἡ Ἁγία ἐζήτησεν ἄδειαν διὰ νὰ ἀλλάξῃ δῆθεν τὰ φορέματά της, καὶ ὅτι «θάνατος Μαρτύρων, νίκη ἐστὶ Μαρτύρων»· καὶ ὅτι «δι᾽ αὐτὸ μὲν οὐν τοῦτο μάλιστα τὸ κεῖσθαι ἐπὶ ἐδάφους τιμιώτερον ἦν τὸ αἷμα τῆς παρθένου· αἱ γὰρ διὰ Χριστὸν ὕβρεις, πλεονασμὸν ἡμῖν παρέχουσι τιμῆς»· καὶ ὅτι «Ὁ Χριστὸς παρῆν τῷ σώματι τῆς παρθένου. Εἰ γὰρ δεσπόται τοὺς ἐπιεικεστέρους τῶν οἰκετῶν τελευτῶντας προπέμπουσι καὶ οὐκ ἐπαισχύνονται, πολλῷ μᾶλλον ὁ Χριστός, τὴν δι’ αὐτὸν ἀφεῖσαν τὴν ψυχήν, καὶ τοσοῦτον ἀναδεξαμένην κίνδυνον, οὐκ ἂν ἐπῃσχύνθη τιμῆσαι τῇ αὐτοῦ παρουσίᾳ»· καὶ ἄλλα πολλὰ λέγει ἐκεῖ ὁ θεῖος Πατήρ, χρυσίου παντὸς τιμιώτερα.
ΠΕΛΑΓΙΑ ἡ Ἁγία παρθένος ἦτο ἀπὸ τὴν Ἀντιόχειαν τῆς Συρίας, καταγομένη ἀπὸ ἔνδοξον γένος [1]. Μαθὼν δὲ ὁ ἄρχων τῆς Ἀντιοχείας ὅτι ἦτο Χριστιανή, ἔστειλε στρατιώτας διὰ νὰ τὴν συλλάβωσιν· ἐλθόντες δὲ ἐκεῖνοι περιεκύκλωσαν τὸν οἶκόν της καὶ ἡτοιμάζοντο νὰ τὴν ἁρπάσωσι. Μαθοῦσα δὲ τοῦτο ἡ Ἁγία ἐζήτησεν ἀπὸ τοὺς στρατιώτας νὰ ἀναμείνωσιν ὀλίγον· αὐτοὶ δὲ ἐπείσθησαν. Ὅθεν ἡ μακαρία σταθεῖσα κατ’ ἀνατολὰς εἰς τὸν τόπον, ὅπου προσηύχετο, ὕψωσε χεῖρας καὶ ὄμματα πρὸς τὸν οὐρανόν, προσευχομένη πολλὴν ὥραν πρὸς τὸν Θεόν, καὶ δεομένη νὰ μὴ παραδοθῇ εἰς τοὺς στρατιώτας, ἀλλὰ ἁγνὴ καὶ παρθένος νὰ ἀπέλθῃ εἰς αὐτόν. Ἔπειτα κρημνίσασα μόνη ἑαυτὴν παρέδωκε τὴν ἁγίαν ψυχήν της εἰς χεῖρας Θεοῦ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία ΤΑΪΣΙΑ, ἡ πρότερον πόρνη, ἐν εἰρήνῃ τελειοῦται.
Ἐκ τοῦ ρύπου σμηχθεῖσα τῆς ἀσωτίας,
Φαιδρὰ πρόσεισι τῷ Θεῷ Ταϊσία.
ΣΥΝΑΞΑΡΙΟΝ
ΛΟΓΟΣ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος ΙΓΝΑΤΙΟΥ τοῦ Νέου.
Ὁσίως, Ἰγνάτιε, ἠγωνισμένος
Μαρτύρων ἠξίωσαι τιμῆς ἀθλήσας.
Τὸ ἐνταῦθα καταχωριζόμενον Μαρτύριον τοῦ Ἁγίου νέου Ὁσιομάρτυρος Ἰγνατίου συνεγράφη ὑπὸ τοῦ ἀοιδίμου Μοναχοῦ Ὀνουφρίου τοῦ Ἰβηρίτου, τοῦ συγγράψαντος καὶ τοὺς Βίους τῶν Νέων Ὁσιομαρτύρων Εὐθυμίου καὶ Ἀκακίου. Καὶ οἱ τρεῖς οὗτοι Ὁσιομάρτυρες Ἀκάκιος, Εὐθύμιος καὶ Ἰγνάτιος συνεορτάζονται κατὰ τὴν πρώτην Μαΐου (βλέπε ἐν τόμῳ Εʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»), ὅτε ἐπιτελεῖται καὶ ἡ ἰδιαιτέρα μνήμη τοῦ Ἁγίου Ἀκακίου ἡ δὲ ἰδιαιτέρα μνήμη τοῦ Ἁγίου Εὐθυμίου τελεῖται κατὰ τὴν 22αν Μαρτίου (βλέπε ἐν τόμῳ Γʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»). Τὰ ἅγια Λείψανα τῶν τριῶν ὡς ἄνω Ἁγίων Νεομαρτύρων ἐναπόκεινται εἰς τὴν ἐν τῇ Σκήτῃ τῶν Ἰβήρων Καλύβην τοῦ Ἁγίου Νικολάου, ὅπου ὁ ὁμώνυμος τῶν Ἁγίων Ναός.
ΣΥΝΑΞΑΡΙΟΝ
ΕΠΙΣΤΡΟΦΗ
Ὑποσημειώσεις
[1] Περὶ τοῦ χρόνου καθ’ ὃν ἤκμασεν ἡ Ἁγία αὕτη βλέπε ὑποσημείωσιν τῶν σελίδων 198-200.