Αὐγούστου ΚΕ’ (25η)

✥ Τῇ ΚΕ’ (25ῃ) τοῦ αὐτοῦ μηνὸς ἡ ἐπάνοδος τοῦ λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου ΒΑΡΘΟΛΟΜΑΙΟΥ.

Ἵνα τρυγῶμεν ἄφθονον πιστοὶ χάριν,
Βαρθολομαῖος εὑρέθη κεκρυμμένος.
Σὸν νέκυν εἰκάδι, Βαρθολομαῖε, ἐφεῦρον πέμπτῃ.

Εἰς τὴν ἀποστολικὴν κορυφὴν τοῦ Βαρθολομαίου ἐγκώμιον ἔπλεξε Νικήτας ὁ Ρήτωρ, οὗ ἡ ἀρχή· «Θερμὸς ὁ πόθος, ἀλλ’ ἀδρανὴς ὁ νοῦς ζέων ὁ ἔρως, ἀλλ’ εὐτελὴς ὁ λόγος». (Σῴζεται ἐν τῇ Λαύρᾳ, ἐν τῷ κοινοβίῳ τοῦ Διονυσίου καὶ ἐν τῷ πέμπτῳ πανηγυρικῷ τῆς Ἱερᾶς Μονῆς τοῦ Βατοπαιδίου.) Γράφει δὲ ὁ Μελέτιος ἐν τῇ Ἐκκλησιαστικῇ Ἱστορίᾳ, ὅτι ἐπὶ τοῦ βασιλέως Λουδοβίκου μετεκομίσθη τὸ λείψανον τοῦ Ἁγίου τούτου Βαρθολομαίου ἐκ τῆς νήσου Λιπάρας εἰς τὴν πόλιν τῆς Ἰταλίας Βενεβέντον.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἀποστόλου ΤΙΤΟΥ Ἐπισκόπου Γόρτυνος τῆς ἐν Κρήτῃ καὶ μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.

Ἤτω παρ’ ἡμῖν καὶ Τίτῳ βραχὺς τίτλος,
τούτου τελευτὴν τὴν ἐν εἰρήνῃ φέρων.

Ἐκ τῆς πρὸς Τίτον ὅμως ἐπιστολῆς τοῦ Ἀποστόλου Παύλου ἱκανῶς πιθανολογεῖται, ὅτι ὁ Τίτος ἦτο Ἐπίσκοπος ὅλης τῆς Κρήτης, καὶ οὐχὶ μιᾶς πόλεως αὐτῆς. Σημείωσαι δὲ ὅτι ὁ Ἀπόστολος Τίτος ἐχειροτόνησεν Ἐπίσκοπον Μύρων τὸν Ἅγιον Νίκανδρον καὶ πρεσβύτερον τὸν Ἅγιον Ἱερομάρτυρα Ἕρμαιον, οἵτινες ἑορτάζονται κατὰ τὴν τετάρτην τοῦ Νοεμβρίου (βλέπε ἐν τόμῳ ΙΑʹ τοῦ ἡμετέρου «Μεγ. Συναξαριστοῦ τῆς Ὀρθ. Ἐκκλησίας»).

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῶν ἐν Ἁγίοις πατέρων ἡμῶν ΕΠΙΦΑΝΙΟΥ καὶ ΙΩΑΝΝΟΥ Ἀρχιεπισκόπων Κωνσταντινουπόλεως.

Εἰς τὸν Ἐπιφάνιον·

Σπάσας τελευτῆς Ἐπιφάνιος μέθη,
Κεῖται τραπεὶς εἰς ὕπνον εὐθὺς τῷ κάρῳ 
[1].

Εἰς τὸν Ἰωάννην·

Ὢ πῶς τελευτῇ τοῦ καλοῦ Ἰωάννου,
Σβέννυται λύχνος τῆς Θεοῦ Ἐκκλησίας! 
[2]

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΜΗΝΑ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Ὁ κόσμος ἐκλέλοιπε τῆς Ἐκκλησίας,
Μηνᾶς γὰρ ἐκλέλοιπεν ἐκ τῶν ἐνθάδε.

ΜΗΝΑΣ ὁ ἐν Ἁγίοις πατὴρ ἡμῶν ἔζησε κατὰ τοὺς χρόνους τοῦ βασιλέως Ἰουστινιανοῦ τοῦ μεγάλου, ἐν ἔτει φνγ’ (553). Πρεσβύτερος ὢν τῆς ἐν Κωνσταντινουπόλει ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας, ἐχειροτονήθη ὕστερον Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως ὑπὸ τοῦ Ἀγαπητοῦ, Πάπα Ρώμης, ὅστις ἐλθὼν τότε εἰς Κωνσταντινούπολιν καθήρεσε μὲν τὸν αἱρετικὸν Ἄνθιμον, ἀντ’ αὐτοῦ δὲ ἐχειροτόνησε τὸν μακάριον τοῦτον Μηνᾶν. Καλῶς λοιπὸν κυβερνήσας τὴν Ἐκκλησίαν καὶ αὐξήσας τὸ τοῦ Χριστοῦ ποίμνιον, ἐξεδήμησε πρὸς Κύριον ὁ ἀοίδιμος· ἡ δὲ Σύναξις αὐτοῦ καὶ ἑορτὴ τελεῖται ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ Ἐκκλησίᾳ [3].

  

ΕΠΙΣΤΡΟΦΗ

   

Ὑποσημειώσεις

[1] Ὁ Ἐπιφάνιος οὗτος ἔγινε Πατριάρχης Κωνσταντινουπόλεως μετὰ τὸν κατωτέρω Ἰωάννην τὸν δεύτερον, πατριαρχεύσας μὲν ἔτη δεκαπέντε, μῆνας τρεῖς καί τινας ἡμέρας, τελευτήσας δὲ τῷ ἔτει φλεʹ (585). Διάδοχός του ἔγινεν Ἄνθιμος ὁ αἱρετικός.

[2] Ὁ Ἰωάννης οὗτος ὁ δεύτερος ἔγινε Πατριάρχης μετὰ τὸν Τιμόθεον, καὶ μείνας εἰς τὸν θρόνον ἔτη δύο καὶ μῆνας δέκα, ἐτελεύτησε τῷ φκʹ (520), ἀφήσας διάδοχόν του τὸν ἀνωτέρω Ἐπιφάνιον. Περιττῶς δὲ γράφεται ἐν τοῖς Μηναίοις σήμερον ἡ μνήμη τοῦ Πατριάρχου Γενναδίου, διότι αὕτη ἑορτάζεται κατὰ τὴν δεκάτην ἑβδόμην τοῦ μηνὸς Νοεμβρίου (βλέπε ἐν τόμῳ ΙΑʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).

[3] Ὁ Μηνᾶς ἐγένετο Πατριάρχης μετὰ τὸν Τραπεζοῦντος Ἄνθιμον τὸν αἱρετικόν, διατηρηθεὶς δὲ ἐν τῷ θρόνῳ δεκαὲξ ἕτη καὶ μῆνας ἕξ, ἐτελεύτησεν ἀφήσας διάδοχον τὸνΕὐτύχιον, τοῦ ὁποίου βλέπε τὸ Συναξάριον εἰς τὴν ἕκτην τοῦ Ἀπριλίου (βλέπε ἐν τόμῳ Δʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»). Κατὰ τοὺς χρόνους τοῦ Μηνᾶ τούτου συνεκροτήθη ἡ ἁγία καὶ Οἰκουμενικὴ Εʹ Σύνοδος ἐν ἔτει φνγʹ (553).