Ἰουνίου ΚϚ’ (26η)

Τῇ ΚϚ’ (26ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΔΑΒΙΔ τοῦ ἐν Θεσσαλονίκῃ.

Δαβὶδ συνήφθης τῷ πάλαι, Δαβὶδ νέε,
Ἄλλον Γολιάθ, σαρκικὰ κτείνας πάθη.
Ἕκτῃ ἐξεπὲρησε πύλας βίου εἰκάδι Δαβίδ.

Ὁ Ἑλληνικὸς βίος αὐτοῦ σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ οὗ ἡ ἀρχή· «Οἱ τῶν εὖ βεβιωκότων τὰς πράξεις». Μεταφρασμένος περιέχεται καὶ ἐν τῇ «Καλοκαιρινῇ». Ἐνταῦθα καταχωρεῖται ἐλαφρῶς διεσκευασμένος κατὰ τὸ λεκτικόν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΙΩΑΝΝΟΥ Ἐπισκόπου Γοτθίας ἐν εἰρήνῃ τελειωθέντος.

Τῇ σαρκὶ τὸν νοῦν δοὺς ἐπιστάτην, Πάτερ,
Ἀρνῇ τῆς σαρκός, ἀλλὰ καὶ ταύτην τέλος 
[1].

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ὅσιος ΑΝΘΙΩΝ ἐν εἰρήνῃ τελειοῦται.

Δένδρον τι θεῖον καλλίφυλλον Ἀνθίων
Φυλλοροεῖ δὲ τῇ ρύσει τοῦ σαρκίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἅγίου Ὁσιομάρτυρος ΔΑΒΙΔ τοῦ ἐν τῇ κατὰ τὸ ἁγιώνυμον Ὄρος τοῦ Ἄθω Σκήτη τῆς Ἁγίας Ἄννης ἀσκήσαντος, καὶ ἐν Θεσσαλονίκῃ κατὰ τὸ 1813 δι’ ἀγχόνης ὑπὲρ Χριστοῦ ἀθλήσαντος.

Στέφος διπλοῦν εἴληφας, Δαβὶδ παμμάκαρ,
Οἷα Ὅσιος καὶ ἀθλητὴς Κυρίου.

Τὸ μαρτύριον τοῦ Ὁσιομάρτυρος Δαβὶδ εὑρίσκεται ἐν τῇ Σκήτῃ τῆς Θεοπρομήτορος Ἁγίας Ἄννης τῇ οὔσῃ ἐν Ἁγίῳ Ὄρει, καὶ ἐτυπώθη ἐν τῇ Ἀκολουθίᾳ τῶν Ἁγιαννανιτῶν Ὁσίων Πατέρων, ἐν Ἀθήναις, τύποις «Νέα Ἑλληνικὴ Ἡὼς» Ἰ. Χατζηϊωάννου 1929, ὡς καὶ ἐν τῇ ἀκολουθίᾳ τῶν Ὁσίων Πατέρων τῇ ἐκδοθείσῃ ἐν Ἁγίῳ Ὄρει ὑπὸ τῶν Ἁγιορειτῶν Πατέρων Νεκταρίου Μοναχοῦ. Ἤδη ἐκδίδοται παρ’ ἡμῶν ἐπιδιωρθωμένον κατὰ τὴν φράσιν ὑπὸ τοῦ Ὁσιολογιωτάτου πατρὸς Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

ΣΥΝΑΞΑΡΙΟΝ

    

ΕΠΙΣΤΡΟΦΗ

  

Ὑποσημειώσεις

[1] Ἤτοι καὶ αὐτὴν τὴν σάρκα ἠρνήθης κατὰ τὸ τέλος, ἀφεὶς αὐτὴν καὶ ἀπελθὼν πρὸς Κύριον.