Ἰουλίου ΙΗ’ (18η)

Τῇ ΙΗ’ (18ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΙΜΙΛΙΑΝΟΥ.

Αἰμιλιανὸς ἀνθράκων βληθεὶς μέσον,
Ὃν Ἡσαΐας εἶδεν ἄνθρακα βλέπει.
Ὀγδοάτῃ δεκάτῃ καῦσαν πυρὶ Αἰμιλιανόν.

Ἐν τῇ Μεγίστῃ Λαύρᾳ σῴζεται τὸ μαρτύριον τούτου ἑλληνικόν, οὗ ἡ ἀρχή· «Βασιλεύοντος τοῦ ἀσεβεστάτου Ἰουλιανοῦ». Γράφει δὲ περὶ τούτου ὁ Θεοδώρητος ἐν βιβλίῳ τρίτῳ κεφ. ἕκτῳ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας ταῦτα. «Ἐν Δορυστόλῳ (πόλις δὲ αὕτη τῆς Θρᾴκης ἐπίσημος) Αἰμιλιανὸς ὁ νικηφόρος ἀγωνιστής, ὑπὸ Καπετωλίνου τοῦ τῆς Θρᾴκης ἁπάσης ἄρχοντος, παρεδόθη πυρί».

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΠΑΥΛΟΥ, ΟΥΑΛΕΝΤΙΝΗΣ καὶ ΘΕΗΣ.

Εἰς τὸν Παῦλον·

Αἰγυπτιάζεις, Παῦλε, γλώττῃ τοῦ γένους,
Οὐ μήν γε πίστει τοιγαροῦν κτείνῃ ξίφει.

Εἰς τὴν Οὐαλεντῖναν καὶ Θεήν·

Οὐαλεντῖναν καὶ Θεὴν ἠρτημένας,
Ἐχθροὶ Θεοῦ ξαίνουσιν ὡς ἐχθρὰς πλάνης.

ΠΑΥΛΟΣ ὁ Ἅγιος Μάρτυς καὶ αἱ σὺν αὐτῷ ἀθλήσασαι Ἅγιαι, αὐτάδελφοι ὄντες, κατήγοντο μὲν ἐξ Αἰγύπτου, ἀχθέντες δὲ εἰς την πόλιν Διοκαισάρειαν παρεστάθησαν εἰς τὸν ἄρχοντα Φιρμιλιανόν. Ὁμολογήσαντες δὲ τὸ ὄνομα τοῦ Χριστοῦ, ἐκάησαν τοὺς δεξιοὺς πόδας καὶ ἐτυφλώθησαν τοὺς δεξιοὺς ὀφθαλμούς· καὶ αἱ μὲν Ἅγιαι Οὐαλεντῖνα καὶ Θεὴ κρεμασθεῖσαι ἐπὶ ξύλου ἐξέσθησαν καὶ ἐθανατώθησαν διὰ πυρὸς καὶ σιδήρου, ὁ δὲ Ἅγιος Παῦλος, βασανισθεὶς πρότερον, ηὐχήθη μεγαλοφώνως ὑπὲρ τῶν Χριστιανῶν, τῶν Ἰουδαίων, τῶν Σαμαρειτῶν, καὶ ἵνα παύσῃ ὁ κατὰ τῶν Χριστιανῶν διωγμός, οὕτως ὥστε ἐκίνησεν ὅλους τοὺς παρεστῶτας εἰς οἶκτον καὶ συμπάθειαν, καὶ τότε ἀπεκεφαλίσθη. Ὅθεν ἔλαβον ὁμοῦ καὶ οἱ τρεῖς τοὺς στεφάνους τῆς ἀθλήσεως.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΥΑΚΙΝΘΟΥ τοῦ ἐν Ἁμάστριδι.

Ὡς ὀσφράδιον ὑακίνθιον, Λόγε,
Δέξαι τὸν Ὑάκινθον αὐτοῖς καλάμοις.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος Μάρτυς ΜΑΡΚΕΛΛΟΣ, ἐν πυρακτωσέντι κραββάτῳ ἁπλωθείς, τελειοῦται.

Ἀνακλιθεὶς Μάρκελλος εἰς πυρὸς κλίνην,
Ὕπνωσεν ὕπνον τὸν μακάριον πάνυ.

 

Οἱ Ἅγιοι Μάρτυρες ΔΑΣΙΟΣ καὶ ΜΑΡΩΝ ξίφει τελειοῦνται.

Ἡ τῆς κεφαλῆς ἐκτομὴ τοῦ Δασίου,
Τέλους ὁμοίου σοι, Μάρων, δᾳδουχία.

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος ΠΑΜΒΩ ἐν εἰρήνῃ τελειοῦται.

Ἑαυτὸν ἐσταύρωσε Παμβὼ τῷ βίῳ
Καί σοι παρέστη, Σῶτερ ἐσταυρωμένε.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν ΣΤΕΦΑΝΟΥ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ ἐξ Ἀμασείας καὶ ΙΩΑΝΝΟΥ Μητροπολίτου Χαλκηδόνος.

Λυθέντες ἐκ γῆς οἱ δύο Ἐπίσκοποι,
Πάρεισιν ἤδη τῷ Νόων Ἐπισκόπῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ τὰ ἐγκαίνια τοῦ Ναοῦ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ ἐν τοῖς Καλλιστράτου.

Ναὸς Θεοῦ πέλουσα, Ἁγνὴ Παρθένε,
Ναὸν σὸν ἡγίασας τῇ χάριτί σου.

 

Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΙΩΑΝΝΟΥ τοῦ πολύτλα καὶ ἐγκλείστου τοῦ ἐν Κιέβῳ σπηλαίου Ρώσου.

   

ΕΠΙΣΤΡΟΦΗ