Φεβρουαρίου ΚΗ’ (28η)

Τῇ ΚΗ’ (28ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ ΒΑΣΙΛΕΙΟΥ, Συναθλητοῦ τοῦ Ἁγίου Προκοπίου τοῦ Δεκαπολίτου.

Ὁ Βασίλειος Χριστὸν ἐν ψυχῇ φέρων,
Ψυχὴν σκιᾶς τίθησι τῆς αὐτοῦ χάριν.
Κρύψαν ὑπὸ χθόνα εἰκάδι ὀγδοάτῃ Βασίλειον.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΠΡΟΤΕΡΙΟΥ Ἀρχιεπισκόπου Ἀλεξανδρείας, καλάμοις ὀξέσι σφαγέντος.

Ὁ Προτέριος σφάττεται τοῖς καλάμοις,
Ὀξυγράφος κάλαμος ὢν κατὰ πλάνης.

Τὸν Ἅγιον τοῦτον Πατριάρχην Ἀλεξανδρείας Προτέριον ἐπαινεῖ ὁ βασιλεὺς Ἰουστινιανὸς εἰς τὴν πρὸς τὴν Ἁγίαν Ε’ Οἰκουμενικὴν Σύνοδον ἐπιστολήν του ὀνομάζων αὐτὸν Μέγαν Ἱερέα.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ὅσιος ΒΑΡΣΟΣ, Ἐπίσκοπος Δαμασκοῦ, ἐν εἰρήνῃ τελειοῦται.

Πανήγυριν ρέοντος ἐκλιπὼν βίου,
Σύνεστι Βάρσος Ἀγγέλων πανηγύρει.

 

Ὁ Ἅγιος Μάρτυς ΑΒΡΙΚΙΟΣ ξίφει τελειοῦται.

Χριστοῦ λατρευτὴς αὐχένα τμηθεὶς ξίφει,
Θεῶν λατρευτὰς Ἀβρίκιος αἰσχύνει.

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς ΝΕΣΤΩΡ σταυρωθεὶς τελειοῦται.

Οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος ἐν ξύλῳ,
Νέστωρ ἁπλωθείς, τὸ προφητικὸν φάναι.

ΝΕΣΤΩΡ ὁ Ἅγιος Μάρτυς ἔζησε κατὰ τοὺς χρόνους τοῦ βασιλέως Δεκίου καὶ τοῦ ἡγεμόνος Πουπλίου ἐν ἐτει σν’ (250), κατήγετο δὲ ἀπὸ τὴν Πέργην τῆς Παμφυλίας. Ἀλλὰ ἐπειδὴ ἐσέβετο τὸν Χριστόν, συνελήφθη ὑπὸ τοῦ ἄρχοντος Εἰρηνάρχου καὶ ἐφέρθη εἰς τὸν ἡγεμόνα. Ὁμολογήσας λοιπὸν ἐνώπιον αὐτοῦ τὴν εἰς Χριστὸν Πίστιν, ἐσταυρώθη· ὅθεν, εὐχαριστῶν τὸν Θεὸν μὲ πολλὰς εὐχαριστίας καὶ τοὺς Χριστιανοὺς στηρίζων εἰς τὴν Πίστιν, παρέδωκε τὸ πνεῦμα καὶ ἔλαβεν ὁ ἀοίδιμος τὸν στέφανον τοῦ Μαρτυρίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ὁσίων Γυναικῶν ΜΑΡΑΝΑΣ καὶ ΚΥΡΑΣ.

Καταξιοῦνται Μαράνα τε καὶ Κύρα,
Σαρκὸς μαρασμῷ κυριεύειν τοῦ Πόλου.

Τὸ Συναξάριον τῶν δύο τούτων Ἁγίων γυναικῶν Μαράνας καὶ Κύρας συνέγραψεν ὁ Κύρου Θεοδώρητος ἐν ἀριθμῷ κθ’ (29ῳ) τῆς «Φιλοθέου Ἱστορίας».

ΣΥΝΑΞΑΡΙΟΝ

   

Οἱ Ἅγιοι ΕΞ ΜΑΡΤΥΡΕΣ οἱ ἐξ Αἰγύπτου ξίφει τελειοῦνται.

Ξίφει θανεῖν ἔγραψαν ἓξ Αἰγυπτίους,
Οἱ τοῦ χρόνου γράψαντες ἄθλους καὶ Βίους.

 

Οἱ Ἅγιοι Ἀπόστολοι ΝΥΜΦΑΣ καὶ ΕΥΒΟΥΛΟΣ ἐν εἰρήνῃ τελειοῦνται.

Χριστοῦ φυτεία Χρισταπόστολοι δύω,
Χριστῷ σύνεισιν, Εὔβουλος Νυμφᾶς ἅμα.

Περὶ τῶν δύο τούτων Ἀποστόλων ἀναφέρει ὁ οὐρανοβάμων Παῦλος εἰς τὰς ἐπιστολάς του. Διὰ μὲν τὸν Νυμφᾶν λέγων· «Ἀσπάσασθε … Νυμφᾶν καὶ τὴν κατ’ οἶκον αὐτοῦ Ἐκκλησίαν» (Κολ. δ’ 15). Διὰ δὲ τὸν Εὔβουλον γράφει πρὸς τὸν Τιμόθεον· «Ἀσπάζεταί σε Εὔβουλος» (Β’ Τιμ. δ’ 21).

 

Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία Νεομάρτυς ΚΥΡΑΝΝΑ ἡ σωφρονεστάτη, κατὰ τὴν Θεσσαλονίκην ἐν βασάνοις τελειοῦται, ἐν ἔτει ͵αψνα’ (1751).

Κυράννα παθῶν καὶ βασάνων κυρία
Φανεῖσ’ ἀπῆλθε πρὸς Κύριον κυρίων.

Τὸ Μαρτύριον αὐτῆς ἔγραψεν ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης συμπεριέλαβε δὲ τοῦτο εἰς τὸ «Νέον Μαρτυρολόγιον», ἐξ οὗ καὶ παρελήφθη. Ἐνταῦθα παρατίθεται ἐλα-φρῶς διεσκευασμένον κατὰ τὴν φράσιν. Τὴν ᾀσματικὴν Ἀκολουθίαν τῆς Ἁγίας ἐποίησεν ὁ σοφολογιώτατος διδάσκαλος Χριστοφόρος ὁ Προδρομίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

   

ΕΠΙΣΤΡΟΦΗ