✥ Τῇ ΚΒ’ (22ᾳ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου ΜΑΡΙΑΣ τῆς Μαγδαληνῆς.
Ἀφαῖς ἀΰλοις ἅπτεταί σου, Χριστέ μου,
Μή μου, πρὸς ἣν ἔφησας, ἅπτου, Μαρία.
Δευτερίῃ Μαρίη μῦσεν εἰκάδι Μαγδαληνή.
Εἰς τὴν Ἁγίαν Μαγδαληνὴν ἐγκώμιον ἔπλεξεν ὁ Νικηφόρος Κάλλιστος, ὁ Ξανθόπουλος, ὅπερ ἐξεδόθη καὶ εἰς τύπον μεταφρασμένον εἰς ἁπλοελληνικὴν ἐπιμελείᾳ τοῦ ἀειμνήστου Καθηγουμένου τῆς Ἱερᾶς Μονῆς Σίμωνος Πέτρας Ἀρχιμανδρίτου Ἱερωνύμου ἐν Ἄθήναις ἐν ἔτει 1924.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος ΜΑΡΚΕΛΛΗΣ.
Πότμον ὑπέστην ἀδικόθυτον, Σῶτερ,
Ἐξ ἀδίκου φεύγουσα μιγῆς πατρῴας.
Τὸν Δαβὶδ ἀκούσασα, Σωτήρ μου, λόγον,
Ἀδικίαν φάσκοντα ἐβδελυξάμην.
Εἰς νοῦν δὲ τὸν Λὼτ θυγατρογάμον φέρω,
Οἷα πέπονθε πράττων αἰσχύνης δρᾶμα·
Βέλει τέτρωμαι ἐκ πατρὸς μιαιφόνου [1].
Ὑποσημειώσεις
[1] Οὗτοι οἱ στίχοι εὕρηνται ἐν μαρμάρῳ κεχαραγμένοι ἐν τῷ Ναῷ τῆς Ἁγίας Μαρκέλλης, ὡς ὁ τὰ πάτρια τῆς Χίου συλλέξας γράφει.