Ἰουλίου ΚΖ’ (27η)

Τῇ ΚΖ’ (27ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ.

Γαλακτόμικτον, Μάρτυς, αἷμα σῆς κάρας,
Δι’ ἣν ὑδατόμικτον ὁ Χριστὸς χέει,
Φάσγανον ἑβδομάτῃ λάχεν εἰκάδι Παντελεήμων.

Ὁ ἑλληνικὸς Βίος αὐτοῦ, οὗ ἡ ἀρχή· «Τῆς εἰδωλικῆς ἀχλύος κατὰ πάσης τῆς οἰκουμένης». Σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ καὶ ἐν τῇ τῶν Ἰβήρων. Οὗτος μεταγλωττισθεὶς κατεχωρίσθη ὑπὸ Ἀγαπίου τοῦ Κρητὸς εἰς τὸ «Ἐκλόγιον», ἐξ οὗ καὶ μεταφέρεται ἐνταῦθα διασκευασθεὶς φραστικῶς. Εἰς τὸν Ἅγιον τοῦτον Παντελεήμονα σῴζεται καὶ ἓν ἐγκώμιον ἁπλοῦν καὶ γλαφυρόν, ὅπερ εὑρίσκεται εἰς τὸ Κυριακὸν τῆς Σκήτεως τῆς Ἱερᾶς Μονῆς τοῦ Κουτλουμουσίου. Ἔχει δὲ καὶ Νικήτας ὁ Ρήτωρ ἐγκώμιον εἰς τὸν Ἅγιον Παντελεήμονα, οὗ ἡ ἀρχή· «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ», ὅπερ σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῷ Κοινοβίῳ τοῦ Διονυσίου, ἐν τῷ πέμπτῳ Πανηγυρικῷ τῆς Ἱερᾶς Μονῆς τοῦ Βατοπαιδίου καὶ ἐν τῇ τῶν Ἰβήρων. Ἐν τῇ αὐτῇ Μονῇ τῶν Ἰβήρων σῴζεται καὶ ἕτερον ἐγκώμιον πρὸς αὐτόν, οὗ ἡ ἀρχή· «Ἔστι μὲν οὐδὲν οὕτως ἐπέραστον».

Εἰς τὸν Ἅγιον Παντελεήμονα ἐφιλοπόνησε καὶ ὁλόκληρον ὀκτώηχον Κανόνα ὁ Ἅγιος Ἰωσὴφ ὁ Ὑμνογράφος, ὅστις εὑρίσκεται ἐν τῇ Σκήτῃ τοῦ Καυσοκαλυβίου, ἔν τινι Ἐκκλησίᾳ τοῦ Ἁγίου Παντελεήμονος. Εἰς τὴν Σκήτην τοῦ Κουτλουμουσίου εὑρίσκεται καὶ παρακλητικὸς Κανὼν πρὸς τὸν Ἅγιον τοῦτον.

Τὸ ἐνταῦθα καταχωριζόμενον δίστιχον τοῦ Ἁγίου, ἑρμηνεύεται οὕτως· «Τὸ αἷμα τῆς κάρας σου, Μάρτυς Παντελεῆμον, ἐξῆλθε μεμιγμένον μὲ γάλα, διὰ τὴν ὁποίαν κάραν σου, ἤτοι διὰ σὲ (τοῦ μέρους λαμβανομένου ἀντὶ τοῦ ὅλου συνεκδοχικῶς) ἔχυσεν ὁ Χριστὸς ἐκ τῆς πλευρᾶς του αἷμα μεμιγμένον μὲ ὕδωρ».

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ὑπὸ τοῦ Ἁγίου Παντελεήμονος ἰαθεὶς τυφλὸς καὶ τὸν Χριστὸν Θεὸν ὁμολογήσας ξίφει τελειοῦται.

Αὐγὴν ἐφευρὼν σαρκικῶν τυφλὸς λύχνων,
Καὶ ψυχικὴν ἤθροισεν αὐγὴν ἐκ ξίφους.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν ΑΝΘΟΥΣΗΣ τῆς ὁμολογητρίας τῆς ἐν τῇ ἁγιωτάτῃ Μονῇ τοῦ Μαντινέου.

Χριστὸν μὲν αἰνεῖ Ἀνθοῦσα παρὰ πλάνοις,
Χριστὸς δε αὖθις Ἀνθοῦσαν παρ’ Ἀγγέλοις.

Τῆς Ἁγίας Ἀνθούσης τὴν Ἀκολουθίαν ἐποίησεν ὁ πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

  

✥ Οἱ Ἅγιοι ΕΚΑΤΟΝ ΠΕΝΤΗΚΟΝΤΑ ΤΡΕΙΣ Μάρτυρες, οἱ ἐκ τῆς Θρᾴκης, ἐν τῇ θαλάσσῃ τελειοῦνται.

Θαλασσοάθλους ἰσαρίθμους, Χριστέ μου,
Ἄγρα θαλάσσης Τιβεριάδος δέχου.

 

✥ Ὁ Ὅσιος ΜΑΝΟΥΗΛ, ἐν εἰρήνῃ τελειοῦται.

Εἴκειν λογισμῷ Μανουὴλ πείσας πάθη,
Παθῶν ὑπῆρξε πρὶν θανεῖν αὐτοκράτωρ.

   

ΕΠΙΣΤΡΟΦΗ