✥ Τῇ ΚΘ’ (29ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΜΑΡΚΟΥ Ἐπισκόπου Ἀρεθουσίων, ΚΥΡΙΛΛΟΥ Διακόνου καὶ τῶν ἐν Ἀσκάλωνι καὶ Γάζῃ ΠΑΡΘΕΝΩΝ Γυναικῶν καὶ ΙΕΡΩΜΕΝΩΝ ἀνδρῶν.
Εἰς τὸν Μᾶρκον·
Ἐπαγρυπνήσας πρῶτα πολλαῖς αἰκίαις,
Ὕπνωσαι Μᾶρκος θεῖον εἰρήνης ὕπνον.
Εἰς τὸν Κύριλλον·
Γαστὴρ Κυρίλλου λευΐτου διὰ ξίφους,
ὡσεὶ πάχος γῆς, εἶπε Δαυΐδ, ἐρράγη.
Εἰς τὰς Παρθένους·
Κεῖνται γυναῖκες βρώσεως χοίροις σκάφαι,
Γαστρὸς παθοῦσαι ρῆξιν ἐκ χοιροφρόνων.
Εἰκάδι ἠδ’ ἐνάτῃ ἀθληταὶ είς πόλον ἷκον.
Καὶ ταῦτα μὲν καθ’ ὅσον ἀφορᾷ τὴν Ἐπισκοπὴν Λιτῆς καὶ Ρενδίνης καὶ ὅτι ἡ νῦν Ρεντίνα τῆς Μακεδονίας εἶναι ἡ ἀρχαία Ἀρέθουσα. Ὅμως ἡ Ἀρέθουσα αὕτη δὲν εἶναι δυνατόν, καθ’ ἡμᾶς, νὰ ἔχῃ σχέσιν μὲ τὸν Ἅγιον τοῦτον Ἱερομάρτυρα Μᾶρκον. Καθ’ ἡμᾶς, ὁ Ἅγιος Μᾶρκος ὑπῆρξεν Ἐπίσκοπος Ἀρεθούσης τῆς ἐν Συρίᾳ, διότι ὑπῆρξε πόλις Ἀρέθουσα καὶ ἐν Συρίᾳ. Ἐκ τῆς διηγήσεως δὲ τοῦ Κύρου Θεοδωρήτου (περὶ ἧς βλέπε ἀνωτέρω), ἀληθοφανέστερον φαίνεται, ὅτι περὶ τῆς Ἀρεθούσης τῆς Συρίας πρόκειται.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη των Ἁγίων Μαρτύρων ΙΩΝΑ, ΒΑΡΑΧΗΣΙΟΥ καὶ τῶν σὺν αὐτοῖς.
Εἰς τὸν Ἰωνᾶν·
Ἔχεις Ἰωνᾶν καὶ σύ, γῆ, πάντως μέγαν,
Κατ’ οὐδὲν ἐνδέοντα τοῦ θαλαττίου.
Εἰς τὸν Βαραχήσιον·
Διψὼν Βαραχήσιος ἀθλητῶν τέλους,
Χανδὸν ζεούσης ἐκπίνει πίσσης σκύφον.
Εἰς τοὺς ἐννέα·
Χριστοῦ ὑπερτμηθέντες ἄνδρες ἐννέα,
Ἤδη σύνεισι τάξεσι ταῖς ἐννέα.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν καὶ Ὁμολογητὴς ΕΥΣΤΑΘΙΟΣ Ἐπίσκοπος Κίου τῆς Βιθυνίας ἐν εἰρήνῃ τελειοῦται.
Τὸν πηλὸν ἐκδύς, Εὐστάθιε παμμάκαρ,
Χριστῷ παρέστης τῷ δι’ ἡμᾶς πηλίνῳ.