Αὐγούστου Ι’ (10η)

Τῇ Ι’ (10ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΛΑΥΡΕΝΤΙΟΥ Ἀρχιδιακόνου, ΞΥΣΤΟΥ Πάπα Ρώμης καὶ ΙΠΠΟΛΥΤΟΥ.

Εἰς τὸν Λαυρέντιον·

Τὸν Λαυρέντιον λάβρακα Χριστοῦ λέγω,
Ἐπ’ ἐσχάρας ἄνθραξιν ἐξωπτημένον.

Εἰς τὸν Ξύστον·

Τέλους ἀθλητῶν καὶ κλέους τυχεῖν θέλων
Ἤθλησας ἆθλον, Ξύστε, τὸν διὰ ξίφους.

Εἰς τὸν Ἱππόλυτον·

Τὸν Ἱππόλυτον ἱπποδέσμιον βλέπω,
Ἐναντίον πάσχοντα τῇ κλήσει πάθος.
Ὤπτησαν δεκάτῃ Λαυρέντιον ἠΰτε ἰχθύν.

Τὸ Ἑλληνικὸν τούτων μαρτύριον σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ τῶν Ἰβήρων Μονῇ καὶ ἐν ἄλλαις, οὗ ἡ ἀρχή· «Εἰδωλικοῦ ποτε κλύδωνος τὴν οἰκουμένην».

ΣΥΝΑΞΑΡΙΟΝ

   

Ὁ Ἅγιος ΗΡΩΝ ὁ φιλόσοφος ἐν εἰρήνῃ τελειοῦται.

Θανὼν σοφιστὴς ἐστεφανώθη κάραν,
Πλάνης σοφιστοῦ συντριβῇ δοὺς τὴν κάραν 
[1].

 

Οἱ Ἅγιοι ἓξ ΜΑΡΤΥΡΕΣ οἱ ἐν Βιζύῃ, οἱ μὲν τὰ ὁστᾶ συντρι- βέντες, οἱ δὲ τὰς σάρκας ξεσθέντες, τελειοῦνται.

Ὀστῶν καταγμὸς καὶ σπαραγμὸς σαρκίων,
Ἁρπαγμός ἐστιν ἓξ ἀθληταῖς στεμμάτων.

Ἐν δὲ τῷ Συναξαριστῇ τῆς τοῦ Διονυσίου Μονῆς γράφεται οἱ ἐν Λιβύῃ.

    

ΕΠΙΣΤΡΟΦΗ

  

Ὑποσημειώσεις

[1] Ἴσως οὗτος εἶναι ὁ φιλόσοφος Ἥρων, πρὸς τὸν ὁποῖον ἔπλεξεν ὁλόκληρον λόγον ὁ θεολόγος Γρηγόριος, ἀπὸ τῆς ἐξορίας ἐπανελθόντα, οὗ ἡ ἀρχή· «Τὸν φιλόσοφον ἐπαινέσομαι, καὶ εἰ κάμνω τῷ σώματι· φιλόσοφος γάρ ἐπαινέσομαι δὲ καὶ λίαν εἰκότως· ὁ μὲν γὰρ φιλόσοφος, ἐγὼ δὲ σοφίας θεραπευτής».