Ἰουνίου ΚΓ’ (23η)

Τῇ ΚΓ’ (23ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Μάρτυρος ΑΓΡΙΠΠΙΝΗΣ.

Πλησθεῖσα δεινῶν τραυμάτων ἐκ τυμμάτων,
Πολλῶν κατέσχε στεμμάτων Ἀγριππῖνα.
Εἰκάδι θεινομένη τριτάτῃ θάνεν Ἀγριππῖνα.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΑΡΙΣΤΟΚΛΕΟΥΣ Πρεσβυτέρου, ΔΗΜΗΤΡΙΑΝΟΥ Διακόνου, καὶ ΑΘΑΝΑΣΙΟΥ Ἀναγνώστου.

Εἰς τὸν Ἀριστοκλῆν·

Ἀριστοκλῆς ἄριστος ὄντως ὁπλίτης,
Πάντων γὰρ ἠρίστευσε τμηθεὶς τὴν κάραν.

Εἰς τὸν Δημητριανὸν [1] καὶ Ἀθανάσιον·

Ἀθανάσιος εὗρεν ἀθανασίαν,
Δημητριανῷ συνθανὼν ἀπὸ ξίφους.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΕΥΣΤΟΧΙΟΥ Πρεσβυτέρου, καὶ τῶν σὺν αὐτῷ ΓΑΪΟΥ ἀνεψιοῦ αὐτοῦ, καὶ τῶν τέκνων αὐτοῦ ΛΟΛΛΙΑΣ, ΠΡΟΒΗΣ καὶ ΟΥΡΒΑΝΟΥ.

Εἰς τὸν Εὐστόχιον·

Ἔνθους ὑπάρχων, Εὐστόχιε, πρὸς ξίφος,
Οἶμαι στοχάζῃ ποῖον ἔσται σοι στέφος.

Εἰς τὸν Γάϊον·

Θείοις Γάϊος θυρεοῖς πεφραγμένος,
Ψυχὴν ἄτμητος τῷ ξίφει τμηθεὶς μένει.

Εἰς τὴν Λολλίαν·

Χριστῷ προσῆλθες, Λολλία, διὰ ξίφους,
Φύκει βαφεῖσα νυμφικῶς σῶν αἱμάτων.

Εἰς τὴν Πρόβην·

Ἐξ αὐχένος χέουσα κρουνοὺς αἱμάτων,
Χαίρουσά μοι πρόβαινε πρὸς Θεόν, Πρόβη.

Εἰς τὸν Οὐρβανόν·

Τμηθεὶς τράχηλον, Μάρτυς Οὐρβανὲ, ξίφει,
Ἀφυπτιάζεις ὡς σπαραχθὲν ἀρνίον.

ΣΥΝΑΞΑΡΙΟΝ

   

ΕΠΙΣΤΡΟΦΗ

  

Ὑποσημειώσεις

[1] Παρὰ τοῖς Μηναίοις οὗτος γράφεται Δημήτριος.