Μαΐου ΚΒ’ (22α)

Τῇ ΚΒ’ (22ᾳ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγιου Μάρτυρος ΒΑΣΙΛΙΣΚΟΥ ἀνεψιοῦ τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος.

Ὁ Βασιλίσκος ἐκτομῇ δοὺς τὴν κάραν,
Πατεῖ νοητοῦ βασιλίσκου τὴν κάραν.
Εἰκάδι δευτερίῃ Βασιλίσκος φάσγανον ἔτλη.

Ὁ Ἅγιος οὗτος Μάρτυς Βασιλίσκος ἑορτάζετα καὶ κατὰ τὴν γʹ (3ην) Μαρτίου μετὰ Εὐτροπίου καὶ Κλεονίκου τῶν Ἁγίων Μαρτύρων (βλέπε ἐν τόμῳ Γʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ΑΓΙΑΣ Β’ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ τῆς συγκροτηθείσης ἐν ἔτει τπα’ (382) καὶ καθελούσης τὸν Μακεδόνιον, γέγοντα μὴ εἶναι Θεὸν τὸ Πνεῦμα τὸ Ἅγιον.

Τολμᾷ τὸ θεῖον Πνεῦμα μὴ Θεὸν λέγειν,
Τὸ παμπόνηρον πνεῦμα Μακεδονίου.

 

Ὁ Ἅγιος Μάρτυς ΜΑΡΚΕΛΛΟΣ μόλυβδον κοχλάζοντα ποτισθεὶς τελειοῦται.

Μολύβδινον Μάρκελλος ἔκπυρον πόμα,
Οὕτω πίνων ἦν, ὡς ὕδωρ εἴ τις πίνει.

 

Ὁ Ἅγιος Μάρτυς ΚΟΔΡΟΣ ὑπὸ ἵππων συρόμενος τελειοῦται.

Ἱππηλατήσας καὶ Πόλου νύσσαν φθάσας,
Τὰς χεῖρας αἴρεις καὶ στέφος δέχῃ, Κόδρε.

 

Ἡ Ἁγία Μάρτυς ΣΟΦΙΑ ἡ ἰατρὸς ξίφει τελειοῦται.

Ἰατρὸς ἦν πρὶν σωμάτων ἡ Σοφία
Τμηθεῖσα γοῦν νῦν δείκνυται καὶ πνευμάτων.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου ΙΩΑΝΝΟΥ τοῦ Βλαδιμήρου, τοῦ βασιλέως καὶ θαυματουργοῦ, ξίφει τελειωθέντος.

Χεὶρ συγγενοῦς τέμνει σε ἡ μιαιφόνος,
Χεὶρ Κυρίου νέμει σοι ἀξίως στέφος.
Εἰκάδι δευτερίῃ ἄορ πέφνεν ἄνακτα Ἰωάννην.

Τὸ Ἑλληνικὸν Μαρτύριον τοῦ Ἁγίου τούτου εὕρηται ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις. Τύποις μετὰ τῆς Ἀκολουθίας αὐτοῦ, ποιηθείσης παρ’ ἀνωνύμου, ἐξεδόθη ἐν Βενετίᾳ τρὶς τῷ 1760, τῷ 1774 καὶ τῷ 1858.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις ἐνδόξου καὶ καλλινίκου νέου Ὁσιομάρτυρος ΠΑΥΛΟΥ τοῦ Πελοποννησίου ἀθλήσαντος κατὰ τὸ ἔτος ͵αωιη’ (1818).

Ἐχθροὺς βεβήλους τροπώσας Χριστῷ Μάρτυς,
Μετέστης γῆθεν πρὸς οὐράνιον δόμον,
Δευτέρᾳ καὶ εἰκοστῇ Παῦλος φάσγανον ἔτλη.

Τὸ Μαρτύριον τοῦ Ἁγίου τούτου Παύλου τοῦ Πελοποννησίου συνεγράφη παρὰ τοῦ Ἱερομονάχου Ἰακώβου Βερτσάγια τοῦ Ζακυνθίου, Ἁγιορείτου, ἐκ τοῦ Ρωσικοῦ Κοινοβίου. Ἀκολουθία αὐτοῦ ἐποιήθη ὑπὸ Χριστοφόρου Μοναχοῦ καὶ Προσκυνητοῦ, τοῦ Λημνίου. Τύποις αὕτη ἐξεδόθη δὶς ἐν Τριπόλει τῷ 1858 καὶ τῷ 1893.

ΣΥΝΑΞΑΡΙΟΝ

    

ΕΠΙΣΤΡΟΦΗ