Αὐγούστου ΚΗ’ (28η)

Τῇ ΚΗ’ (28ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΜΩΫΣΕΩΣ τοῦ Αἰθίοπος.

Φήσεις τὸ ρητὸν καὶ θανών, Μωσῆ μέλαν,
Ἄνθρωπος ὄψιν καὶ Θεὸς τὴν καρδίαν.
Θάψαν ἐν εἰκάδι Μωσῆν ὀγδόῃ Αἰθιοπῆα.

Εἰς τὸν Ἅγιον τοῦτον Μωϋσέα ὑπόμνημα ἑλληνιστὶ σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ καὶ ἐν τῷ Κοινοβίῳ τοῦ Διονυσίου, οὗ ἡ ἀρχή· «Ὥσπερ ἀδύνατον τὸ κατὰ τὴν παροιμίαν».

ΣΥΝΑΞΑΡΙΟΝ

  

Μνήμη τῶν Ἁγίων Μαρτύρων ΔΙΟΜΗΔΟΥΣ καὶ ΛΑΥΡΕΝΤΙΟΥ, πλατάνῳ προσδεθέντων καὶ τοξευθέντων καὶ οὕτω τελειωθέντων.

Διττοῖς ἀθληταῖς προσδεθεῖσι πλατάνῳ
Ταθέντα τόξα, πλατάνου κενοὶ ψόφοι.

 

Ὁ δίκαιος ΕΖΕΚΙΑΣ ἐν εἰρήνῃ τελειοῦται.

Εἰ δακρύσας ἦν Ἐζεκίας, ὡς πάλαι,
Ζωῆς ἂν ἄλλην εὗρε προσθήκην πάλιν.

 

Μνήμη τῆς Ἁγίας ΑΝΝΗΣ τῆς θυγατρὸς Φανουήλ.

Οὐ γῆς ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,
Ἕως ἐφ’ αὑτῆς εἶδε τὸν Θεὸν βρέφος.

 

Οἱ Ἅγιοι ΤΡΙΑΚΟΝΤΑΡΕΙΣ ΜΑΡΤΥΡΕΣ οἱ ἐξ Ἡρακλείας πυρὶ τελειοῦνται.

Καὶ τὸ βρέμον πῦρ τῆς ἀθληταῖς Κυρίου,
Ὡς ὄμβρος ἐπ’ ἄγρωστιν ἦν, τὸ Μωϋσέως.

 

ΣΗΜΕΙΩΣΙΣ: Περιττῶς γράφεται ἐνταῦθα ἐν τοῖς Μηναίοις ἡ Μνήμη τοῦ Μάρτυρος Ἀκακίου τοῦ Νέου, καταχωρισθεῖσα μετὰ τοῦ Συναξαρίου του κατὰ τὴν εἰκοστὴν ὀγδόην τοῦ Ἰουλίου, ἐν τόμῳ Ζ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

  

ΕΠΙΣΤΡΟΦΗ